Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.fam.tebt.44

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἀντίγραφον ἀναφορίου. Οὐαλερίῳ τῷ καὶ Φιλαντινόῳ καὶ Φιλαντινόῳ τῷ καὶ Ἡρώδῃ ἀμφοτέροις Φιλαντινόου τοῦ καὶ Νιλάμμωνος καὶ Ἡρακλείᾳ καὶ Διδύμῃ καὶ Φιλοσεράπιδι τοῖς τρισὶ Λυσιμάχου τοῦ καὶ Διδύμου Ἀντινοεῦσι παρὰ Πισάϊτος Διογᾶ ἀπὸ κώμης Κερκεσούχων Ὤρους Πολέμωνος μερίδος. βούλομαιβούλομε μισθώσασθαι παρʼ ὑμῶν τὰς ὑπαρχούσας ὑμῖν κλήρου κατοικικοῦ ἀρούρας ε ἢ ὅσαι ἐὰν ὦσι ἐν τόπῳ λεγομένῳ Κισατίεως πρὸς μόνον τὸ ἐνεστὸς λ ἔτος εἰς σπορὰνπορὰν πυροῦ, ἐκφορίου κατʼ ἔτος σὺν αἷς λήψομαιλήμψομαι σπερμάτων πυροῦ ἀρταβαῖς ε τοῦ παν τὸς πυροῦ ἀρταβῶν κε καὶ θάλλων τοῦ ἔτους τυρῶν βοείωνβοίων τριάκοντα , πάντων ἀνυπολόγων καὶ ἀκινδύνων, καὶ ἐπιτελέσω τὰ τῶν ἀρου ρῶν γεωργικὰ ἔργα πάντα ὅσα καθήκει ἐκ τοῦ ἰδίου τοῖς δέουσι καιροῖς βλάβος μηδὲν ποιῶν καὶ τὰ ἐκφόρια ἀποδώσωἀποδωσι τοῖς περὶ τὸν Οὐαλέριον κατὰ τὸ ἥμισυ μέρος καὶ τοῖς περὶ τὴν Ἡράκλειαν κατὰ τὸ λοιπὸν ἥμισυ μέρος μηνὶ Παύνι ἐφʼ ἅλῳ τῆς Κερκεσούχων μέτρῳ τετραχοινίκῳ θησαυροῦ τῆς κώμης, τῆς μετρήσεως γινομένης διά τινος τῶν ὑμῶν, πρὸς ἐμὲ ὄντων τῶν κατʼ ἔτος φορέτρων ἐπισπουδασμοῦ καὶ ὀνηλατικοῦ, τῆς δὲ παραγωγῆς τῶν ἐκφορίων πρὸς ὑμᾶς. καὶ μετὰ τὸν χρόνον παραδώσω τὰς ἀρούρας ἀπὸ συνκομιδῆς πυροῦ, ἐὰν φαίνηται μισθῶσαι. Πισάεις ὡς ἐτῶν λβ οὐλὴ δακτύλῳ μικρῷ χειρὸς ἀριστερᾶς. ἔτους λ Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἁθὺρ ιδ. ἀντίγραφον κατʼ οἰκίαν ἀπογραφῆς κη ἔτους μητροπόλεως. Ἀμμωνίῳ στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος καὶ Ἁρποκρατίωνι τῷ καὶ Ἱέρακι βασιλικῷ γραμματεῖ τῆς μερίδος καὶ Μύσθῃ καὶ Ἥρωνι γεναμένοις γραμματεῦσι μητροπόλεως παρὰ Οὐαλερίου τοῦ καὶ Φιλαντινό ου καὶ Φιλαντινόου τοῦ καὶ Ἡρώδου ἀμφοτέρων Φιλαντινόου τοῦ καὶ Νειλάμμωνος τοῦ Ἡρακλείδου Ματιδίων τῶν καὶ Καλλιτεκνίων. ὑπάρχει ἡμῖν κοινῶς καὶ ἐξ ἴσου πατρικὸν ἐπʼ ἀμφόδου Ταμείων ἐν ᾧ ἐστιν ἥμισυ μέρος οἰκίας καὶ αὐλῆς ἅπερ ἀπογραφόμεθα εἰς τὴν τοῦ διεληλυθότος κη ἔτους Αὐρηλίου Κομμόδου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου κατʼ οἰκίαν ἀπογραφὴν ἐφʼ οὗ καὶ τῇ τοῦ ιδ ἔτους Θεοῦ Αὐρηλίου Ἀντωνίνου κατʼ οἰκίαν ἀπογραφῇ ἀπεγραψάμεθα. ὑπάρχει δὲ καὶ τῇ τοῦ Οὐαλερίου τοῦ καὶ Φιλαντινόου γυναικὶγυνεκὶ Διδύμῃ Ἀντινοΐδι τὸ ἕτερον ἥμισυ μέρος τῆς προγεγραμμένης οἰκίας καὶ αὐλῆς ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου Ταμείων αλαντοιταγεισιν τ διʼ ὃ ἐπιδίδομενἐπιδίδωμεν κατεχκμετ μη βασιλικ γραμματε ἀντίγραφον κατʼ οἰκίαν ἀπογραφῆς ε σα

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.