Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.amh.2.99a

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Διόσκορος Ἑρμείνου τοῦ Φιβίωνος μητρὸς Ἑλένης καὶ Ἑρμιόνη ἡ διʼ ἐπικρίσεως μία ἡ καὶ Ἑρμιόνη Τοθήους τοῦ αὐτοῦ Φιβίωνος μητρὸς καὶ Κορνήλιος ὁ καὶ Ἑρμόφιλος Εὐδαίμονος τοῦ Ἀλεξάνδρου μητρὸς Εὐδαιμόνιδος οἱ τρεῖς ἀναγραφόμενοι ἐπὶ Φρουρίου λιβὸς καὶ Τερεῦς μητρὸς Ἀρειτίου Ἑρμίνου ἀναγραφομένη ἐπὶ Πόλεως λιβός, οἱ τέσσαρες Ἑρμοπολῖται μετὰ κυρίων τῶν συγγενῶν Ἑρμίονης μὲν τῆς διʼ ἐπικρίσεως μιᾶς τῆς καὶ Ἑρμιόνης Σωσιβίου Ἐξακῶντος, Τερεῦτος δὲ Ὡρίωνος Ἑρμείνου, ἀλ λήλοις χαίρειν. ὁμολογοῦμεν διῃρῆσθαι πρὸς ἀλλήλους κυριευτικῶς ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἅπαντα χρόνον ἃς ἔχομεν ἐν τῷ Λευκοπυργείτῃ κάτω περὶ Πῶινπόλιν ἐκ τοῦ Μοσχίωνος κλήρου ἄρουραν μίαν ἥμισυ τέταρτον ἧς γείτονες βορρᾶ Ἀρειτίου Ἑρμείνου λιβὸς ἀπηλιώτου Συρίωνος τοῦ καὶ Ἀθηνοδώρου νότου κληρονόμων Σοήριος Ἐπιμάχου, καὶ ἐκ τοῦ Δουμιχᾶ κλήρου ἀρούρας τέσσαρας ἐν δυσὶ κοίταις ὧν πρώτης ἄρουραι δύο γείτονες νότου καὶ ἀπηλιώτου υ βορρᾶ ἀνειμένη λιβὸς ἰδιωτικὰ ἐδάφη, δευτέρας ἄρουραιαρουρας δύο ἐν αἷς φρέαρ ἐξόπτηςἐξ ὀπτῆς πλίνθου γείτο νες καὶ τούτων νότου καὶ λιβὸς κληρονόμων Πλουτάρχου βορρᾶ καὶ ἀπηλιώτου δημοσία γῆ, πάσας κατοικικάς, καὶ λελονχέναι τὸν μὲν Διόσκορον ὑπὲρ τοῦ κατʼ αὐτὸν τρίτου μέρους ἐκ τοῦ Μοσχίωνος ἄρουραν μίαν ἥμισυ τέταρτον τὴν δὲ Τερεῦν ὁμοίως ὑπὲρ τοῦ κατʼ αὐτὴν τρίτου μέρους ἀπὸ τῶν ἐκ τοῦ δουμιχᾶ κλήρου ἀρουρῶν τερράρων τῆς νοτινῆς κοίτης ἀρούρας δύο, καὶ τὴν Ἑρμιόνην τὴν διʼ ἐπικρίσεως μίαν τὴν καὶ Ἑρμιόνην καὶ τὸν Κορνήλι ον τὸν καὶ Ἑρμόφιλον ὑπὲρ τοῦ κατʼ αὐτοὺς ἐξ ἴσου τρίτου μέρους τὰς τῆς βορινῆς κοίτης ἐκ τοῦ Δουμιχᾶ κλήρου ἀρούρας δύο . ἕκαστον δὲ ἡμῶν σὺν τοῖς παρʼ αὐτοῦ κρατεῖν καὶ κυριεύειν ὧν ἔλαχεν ὡς πρόκειται ἀρουρῶν καὶ χρώμενον καὶ οἰκονομοῦντα περὶ αὐτῶν καθʼ ὃν ἐὰν αἱρῆται τρόπον καὶ γεωργοῦν τα καὶ διαμισθοῦντα καὶ καρπιζόμενον καὶ ἀποφερόμενον τὰ ἐξ αὐτῶν κατʼ ἔτος γενήματα καὶ περιγεινόμε να ἅπαντα εἰς τὸ ἴδιον, τῶν ὑπὲρ αὐτῶν κατʼ ἔτος δημοσίων πάντων σιτικῶν τε καὶ ἀργυρικῶν καὶ ἐπιμε ρισμῶν τῶν τε ἔμπροσθεν χρόνων μέχρι τοῦ διεληλυθότος ιθ ἔτους καὶ αὐτοῦ τοῦ ιθ ἔτους ω ὄντων πρὸς ἡμᾶς κατὰ τᾶ προκεί μενα ἔλαχεν ὡς πρόκειται ἀρουρῶν, μὴ οὔσης εἰς τὸν ἅπαντα χρόνον, ἥτις καὶ κυρία ἔστω ὡς ἐν δημοσίῳ κατακεχωρισμένη πρὸς ἕκαστον ἡμῶν δισσὴ εἶναι. ἔτους κ Αὐτοκρατόρων Καισάρων Μάρκου Αὐρηλίου Ἀντωνείνου καὶ Λουκίου Αὐρηλίου Κομμόδου Σεβαστῶν Ἀρμενιακῶν Μηδικῶν Παρθικῶν Γερμανικῶν Σαρματικῶν Μεγίστων Ἁδριανοῦ ι. Διόσκορος Ἑρμείνου τέθει μαι τὴν προκειμένην διαίρεσιν τῆς δηλουμένης Ἑρμιόνης συστεθειμ Σωσιβίου Ἐξακῶντος καὶ εὐδοκῶ τῇ προκειμένῃ διαιρέσει Τερεῦς μετὰ κυρίου Ὡρίωνος τέθειμαι τὴν προκειμένην διαίρεσιν Κορνήλιος ὁ καὶ Ἑρμόφιλος Εὐδαίμονος τέθειμαι τὴν προκειμένην διαίρεσιν καὶ εὐδοκῶ ὡς πρόκειται. ω αυρριοειαξι

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.