Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.3.1158
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἔτους ἕκτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Τῦβι ιζ. διαγραφὴ διὰ τῆς ἐν Ἑρμουπόλει μισθωτικῶν τραπέζης Αὐρήλιος Θεόγνωστος ὁ καὶ Μῶρος Ἑρμαίου τοῦ καὶ Παθώτου Ἀχιλλέως μητρὸς Σουεροῦτος Ἑρμοπολίτης Πόλεως Ἀπηλιώτου Αὐρηλίῳ Ἑρμίνῳ τῷ καὶ Μώρῳ ἀδελφῷ τῶν αὐτῶν γονέων τοῦ αὐτοῦ ἀμφόδου πεπρακέναι αὐτὸν τὸ ὑπάρχον αὐτῷ ἥμισυ μέρος διμοίρου μέρους ὅ ἐστιν τρίτον μέρος ὁλοκλήρου οἰκίας καὶ αὐλῆς καὶ ἀνηκόντων πάντων ἐν Ἑρμουπόλει ἐπὶ Φρουρίου Λιβὸς κατὰ μετοχὴν τοῦ ἄλλου ἥμισυ μέρους τοῦ αὐτοῦ διμοίρου μέρους τοῦ ὠνουμένου τιμῆς ἀργυρίου δραχμῶν τριακοσίων γίνονται ἀργυρίου δραχμαὶ τ αὐτόθι ἀπέσχε παρὰ τοῦ ὠνουμένου κατὰ τήνδε τὴν διαγραφὴν καὶ εἶναι περὶ αὐτὸν τὸν ὠνούμενον καὶ τοὺς παρʼ αὐτοῦ τὴν τοῦ πεπραμένου ὡς πρόκειται τρίτου μέρους τῶν οἰκοπέδων κυρείαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτοῦ καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον ἐπὶ ταῖς ὑποκειμέναις γειτνίαιςγιτνίαις καὶ διαστολαῖς πάσαις καὶ ἐπερωτηθεὶς ὡμολόγησε. Αὐρήλιος Δημήτριος τραπεζίτης σεσημείωμαι Διοσκοροῦτι Πινουτίωνος Αὐρήλιος Ἑρμεῖνος ὁ καὶ Μῶρος Ἑρμαίου τοῦ καὶ Παθώτου Ἀχιλλέως μητρὸς Σουρεροῦτος ἙρμοπολίτηςἙρμοπολείτης ἀναγραφόμενος ἐπʼ ἀμφόδου Πόλεως Ἀπηλιώτου ὡς ἐτῶν νη μακρὸς πύκτης ἐπηκολούθηκα τῇδε τῇ διαγραφῇ καὶ πέπρακα ἀπὸ τῆς ἐνεστώσης ἡμέρας ἐπὶ τὸν ἀεὶ χρόνον τῷ ἀδελφῷ μου Αὐρηλίῳ Θεογνώστῳ τῷ καὶ Μώρῳ τῶν αὐτῶν γονέων ἀναγραφομέ νῳ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου τὸ ὑπάρχον μοι ἥμισυ μέρος διμοίρου μέρους ὅ ἐστιν τρίτον μέρος ὁλοκλήρου οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων καὶ ἀνηκόντων πάντων ἐν Ἑρμουπόλει ἐπʼ ἀμφόδου Φρουρίου Λιβὸς κατὰ μετοχὴν τοῦ ἄλλου ἡμίσους μέρους τοῦ αὐτοῦ διμοίρου μέρους τοῦ ὠνουμένου ἀδελφοῦ μου, γείτονες τῶν ὅλων οἰκοπέδων νότου δημοσία ῥύμη διʼ ἧς εἴσοδος καὶ ἔξοδος, βορρᾶ Πινουτίωνος ἰατροῦ, ἀπηλιώτου πρότερον Ἀρείου ὀνηλάτου, λιβὸς πρότερον Ἑρμάμμωνος, τὴν δὲ πρὸς ἀλλήλους συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς τριακοσίας γίνονται ἀργυρίου δραχμαὶ τ αὐτόθι ἀπέσχον παρὰ τοῦ ὠνουμένου κατὰ τήνδε τὴν διαγραφὴν καὶ εἶναι περὶ αὐτὸν τὸν ὠνούμενον καὶ τοὺς παρʼ αὐτοῦ τὴν τοῦ πεπραμένου ὡς πρόκειται τρίτου μέρους τῶν οἰκοπέδων κυρείαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτοῦ καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἅπαντα χρόνον τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι καὶ μὴ ἐπελεύσεσθαί με μηδʼ ἄλλον ὑπὲρ ἐμοῦ ἐπὶ τὸν ὠνούμενον μηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ ἡ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενος τῷ ὠνουμένῳ ἢ τοῖς παρʼ αὐτοῦ τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπίτιμονἐπιτειμου ὡς ἰδίον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία. περὶ δὲ τοῦ προκειμένου καλὼς γενέσθαι ἐπερωτηθεὶς ὡμολόγησα. ἔτους ϛ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Σεουήρου Ἀλεξάνδρου Εὐσεβοῦς Εὐτυχοῦς Σεβαστοῦ Ἁδριανοῦ ιε. Αὐρήλιος Ἑρμῖνος ὁ καὶ Μῶρος Ἑρμαίου τοῦ καὶ Παθώτου πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν καὶ βεβαιώσω ὡς πρόκιται. Αὐρήλιος Διονύσιος Σαραπίωνος ἔγραψα ὑπὲρ αὐτοῦ μὴ εἰδότοςἰδότος γράμματα. Αὐρήλιος Ἄρειος ὁ καὶ Ἀφροδείσιος ἐγκυκλίου σεσημείωμαις τέλος ἀγορασμοῦ τοῦ προκειμένου τρίτου μέρους τιμῆς ρ δραχμῶν τριακοσίων Τῦβιι πεντεκαιδεκάτηιπεντεκαίδεκαCross-references (3)
- TM-Text 22810 primary
- DDbDP-Text p.lond;3;1158 tier-1
- HGV-Text 22810 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.