Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.brem.68

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Ἁθὺρ κθ ἐν τῆι Θαλλοῦ τοῦ Πατεμίτου τοῦ ὑπὲρ Μέμφιν Ἑρμοπολίτου. ἐδάνεισενἐδάνισεν Ἡρακλῆς πρεσβύτερος Ἀπολλωνίου μητρὸς τῶν ἀφʼ Ἑρμοῦ πόλεως ἀναγραφόμενος Φρουρίου Ἀπηλιώτου ὡς ἐτῶν ξζ μέσος, μελίχρως, μακροπρόσωπος, εὐθύριν, οὐλὴ μετόπῳ μέσῳ ὑπὸ τρίχα Δημητρίᾳ Ἐπιμάχου τοῦ καὶ Ἀφροδισίου μητρὸς Ταῶτος ὡς ἐτῶν νε μέση, μελίχρως, μακροπρόσωπος, εὐθύριν, οὐλὴ ἀντικνημίῳ δεξιῷ μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Μιγχήους Οὐείβιος ὡς ἐτῶν κδ μέσος, μελίχρως, μακροπρόσωπος, εὐθύριν, οὐλὴ ὑπὲρ γόνατος δεξιοῦ, καὶ αὐτῶναὐτοι τῶν πόλεως ἀναγραφομένωνἀναγραφομενοι ἔξω Πόλεως Λιβὸς ἀργυρίου Σεβαστοῦ νομίσματος κεφαλαίου δραχμὰς χιλίαςχειλίας τριακοσίας , ἃς ἀνείρηται παρὰ τοῦ Ἡρακλήου ἡ Δημητρία διὰ τῆς Ἑρμαίου Ἡφαιστίωνος ἐν Θαλλοῦ ἰδιωτικῆς τραπέζης, τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον ἐπὶ μῆνας εἴκοσι τέσσαρας ἀπὸ τοῦ ἐνεστῶτος γ ἔτους Χοίακ, αἳ συναγομένωνσυναγομεναι τόκου δραχμῶνδραχμαι τριακοσίωντριακοσιαι δέκα δύο γείνονται τόκου καὶ κεφαλαίου δραχμαὶ χίλιαι ἑξακόσιαι δέκα δύο , ἐφʼ ὑποθήκῃ ταῖς ὑπαρχούσαις τῆι Δημητρίᾳ περὶ Θαλλοῦ ἐκ τοῦ Γλαυκίου κλήρου κατοικικαῖς ἀρούραις ἓξ πλήρεσι σπορίμαις καθαραῖς ἀπὸ βασιλικῆς καὶ ἄλλων εἰδῶνἰδῶν. τὰς δὲ τοῦ ἀργυρίου δραχμὰς χιλίαςχειλίας ἑξακοσίας δέκα δύο ἀποδότω ἡ Δημητρία τῶι Ἡρακλήωι ἢ τοῖς παρʼ αὐτοῦ ἕως Ἁθὺρ τριακάδος τοῦ πέμπτου ἔτους Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ ἀργύριον ἀρεστὸν προχωροῦν, οἷον καὶ εἴληφεν. ἐὰν δὲ μὴ ἀποδῷἀποδοι, εὐθέως ἐξέστωἐξέστωι τῶι Ἡρακλήωι ἢ τοῖς παρʼ αὐτοῦ μετεπιγραφὴν ποιήσασθαι εἰς ἑαυτὸν τῶν προκειμένων ἀρουρῶν ἓξ διὰ τῶν τοῦ Ἑρμοπολίτου καταλοχισμῶν καὶ κτᾶσθαι κυρίως καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῶν, ὧι τρόπωι ἂνἐὰν αἱρῆται, μηδενὸς λόγου ἐξ ὑστέρου καταλειπομένου τῆι ὑποχρέωι Δημητρίᾳ μηδὲ τοῖς παρʼ αὐτῆς περὶ μηδενὸς ἀνήκοντος τῆι ὑποθήκηι τρόπωι μηδενὶ ἢ παρευρέσεωςπαρευρεσει μηδεμιᾶςμηδεμια, ἀλλὰ καὶ τῆς βεβαιώ σεως τῆς ὑποθήκης οὔσης αὐτῆι διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν. ἡ συνγραφὴ τοῦ δανείου κυρία. Δημητρία Ἐπιμάχου δεδάνεισμαιτετάνισμε παρὰ τοῦ Ἡρακλήου πρεσβυτέρουπρεσβυτέρω Ἀπολλωνίου τὰς τοῦ ἀργυρίου κεφαλαίου δραχμὰς χιλίας τριακοσίας διὰ τῆς Ἑρμέου ἐν Θαλλοῦ ἰδιωτικῆς τραπέζηςδραπέσης τόκουτώκου δραχμιαίουδραχμεου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστονἕκαστων ἐπὶ μῆνας εἴκοσι τέσσαρας αἳἓ συναγομένωνσυνακομενε τόκου δραχμῶν τριακοσίων δέκα δύο γείνονται τόκουτώκου καὶ κεφαλαίουκαιφαλαίου δραχμαὶδραχμὲ χιλίαιχιλίε ἑξακόσιαι δέκα δύο , ἐφʼ ὑποθήκῃ ταῖςτε͂ς ὑπαρχούσαιςὑπαρχούσες μοι περὶ Θαλλοῦ ἐκ τοῦ Γλαυκίου κλήρου κατοικικαῖςκατυκεικε͂ς ἀρούραιςἀρούρες ἓξ πλήρεσι σπορίμαιςσπορίμες καθαραῖς ἀπὸ βασιλικῆς καὶ ἄλλων εἰδῶνἰδῶν καὶ ἀποδώσω ἕωςἕος Ἁθὺρ τριακάδος τοῦ πέμπτου ἔτους ΑὐτοκράτοροςΑὐτοκράτωρος Καίσαρος Νέρουα Τραϊανοῦ Σεβαστοῦ Γερμανικοῦ καὶ βεβαιώσωβεβεώσω τὴν ὑποθή κην διὰ παντὸς ὡς πρόκειταιπρώκιται. εκαα απ εὐδοκῶ Ἡρακλῆς πρεσβύτερος Ἀπολλωνίου εὐδοκῶ. κεχρημάτισται διὰ Ἡφαιστίωνος Διονυσίου γραμματέως δίφρου Θαλλοῦ. ἔτους τρίτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Ἁθὺρ ἐνάτῃ καὶ εἰκάδιεἰκαδος διαγραφῆς διὰ τῆς Ἑρμαίου τοῦ Ἡφαιστίωνος ἐν Θαλλοῦ ἰδιωτικῆς τραπέζης Ἡρακλείδης πρεσβύτερος Ἀπολλωνίου Ἑρμοπολίτης ἀναγραφόμενος Φρουρίου Ἀπηλιώτου Δημητρίᾳ Ἐπιμάχου μητρὸς Ταῶτος τῶν ἀπὸ Θαλλοῦ μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Μινχήους Οὐείβιος ἐφʼ ὑποθήκῃ ταῖς ὑπαρχούσαις αὐτῇ γῆς κατοικικῆς ἀρούραιςἀρούρας ἓξ περὶ Θαλλοῦ ἐκ τοῦ Γλαυκίου κλήρου, ἃς καὶ ἀποδώσει ἕως Ἁθὺρ τριακάδος τοῦ πέμπτου ἔτους Τραιανοῦ Καίσαρος τοῦ Κυρίου ἀκολούθως τῇ ἀναφερομένῃ διὰ τοῦ ἐν Θαλλοῦ γραφείου συνγραφῇ δανείου ἀργυρίου κεφαλαίου δραχμὰς χιλίαςχιλείας τριακοσίας γίνονται δραχμαὶ ατ τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον. Δημητρία Ἐπιμάχου μητρὸς Ταῶτος τῶν ἀπὸ Θαλλοῦ ἐπηκολούθηκαἐπηκολλούθηκα τῇ προ κειμένῃπρωκιμένῃ διαγραφῇ καὶ ἀνείρημαιἀνείρημε τὰς τοῦ ἀργυρίου δραχμὰς χιλίας τριακοσίας τόκουτώκου δραχμιαίουδραχμεου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστονἕκαστων ἐπὶ μῆνας εἴκοσιεἴκωσι τέσσαραςτέσσαρες ἐφʼἐπʼ ὑπο θήκῃὑποθηχην ταῖςτε͂ς ὑπαρχούσαιςὑπαρχούσες μοιμυ περὶ Θαλλοῦ ἐκ τοῦ Γλαυκίου κλήρου κατοικικαῖςκατυδικε͂ς ἀρού ραιςἀρούρες ἓξ καὶ ἀποδώσωἀπώσω ἕωςἑω Ἁθὺρ τριακάδος τοῦ πέμπτου ἔτους Τραϊανοῦ Καίσαρος τοῦ κυρίου ἀκολούθωςἀκωλούθως τῇ ἀναφερομένῃἀναφερωμένῃ διὰ τοῦ ἐν Θαλλοῦ γραφείουγραφίου συνγρα φῇ δανείουδανίου ὡςὡ πρόκειταιπρώκιται. ἔτους τρίτου ΑὐτοκράτοροςΑὐτωκράτωρος Καίσαρος Νέρουα Τραϊανοῦ Σεβαστοῦ Γερμανικοῦ Χύακ νεομηνίᾳνευμηνίᾳ. Μινχῆς Οὐείβιος ἐπιγέγραμμαιἐπιγέγραμμε τῆς μητρὸς μου κύριοςκυριου καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίηςἰδύης γράμματα.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.