Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

chrest.mitt.172

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἔτους τετάρτου Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Οὐαλεριανοῦ τοῦ ἱερωτάτου Καίσαρος Σεβαστῶν Χοίακ κϛ. διαγραφὴ διὰ τῆς ἐν Ἑρμοῦ πόλει μισθωτῶν τραπέζηςπόλει τραπέζης. Αὐρηλία Τεσνεὺς Ἀχιλλέως Ἥρωνος Ἑρμοπολῖτις ἀναγραφομένη ἐπʼ ἀμφόδου πόλεως λιβὸς συμπαρόντος αὐτῇ Αὐρηλίου Δημητρίου τοῦ καὶ Κορνηλᾶ ἀπὸ τῆς αὐτῆς πόλεως Αὐρηλίᾳ Ἀρτεμιδώρᾳ Πολυδεύκους γενομένου βουλευτοῦ τῆς αὐτῆς πόλεως ἀναγραφομένῃ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου εἰδυίῃ γράμματα χωρὶς κυρίου χρηματιζούσῃ τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων ἔθη συμπαρόντος αὐτῇ Αὐρηλίου Κοπρέου Κορνηλᾶ ἀπὸ τῆς αὐτῆς πόλεως πεπρακέναι ἑαυτῇ τὴν ὑπάρχουσαν αὐτῇ ὁλόκληρον οἰκίαν καὶ αὐλὴν καί τὰ χρηστήρια καὶ ἀνήκοντα πάντα καὶ εἰσόδους καὶ ἐξόδους ἐν Ἑρμοῦ πόλει τῆς συμπεφωνημένης τιμῆς ἀργυρίου δραχμῶν πεντακοσίων —? ἣν καὶ αὐτόθι ἀπέσχεν παρὰ τῆς ὠνουμένης κατὰ τήνδε τὴν διαγραφὴν καὶ εἶναι περὶ αὐτὴν τὴν ὠνουμένην καὶ τοὺς πα ρʼ αὐτῆς τὴν τῆς πεπραμένης οἰκίας καὶ αὐλῆς κυρείαν καὶ κράτησιν καὶ χρᾶσθαι καὶ οἰκονομεῖν περὶ αὐτῆς καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον σὺν ταῖς ὑποκειμέναις γειτνίαις καὶ διαστολαῖς πάσαις καὶ ἐπερωτηθεῖσαι ὡμολόγησανἐπερωτηθεῖσα ὡμολόγησεν. Αὐρήλιος Δημή τριος βουλευτὴς τραπεζίτης σεσημείωμαι. Αὐρηλία Ἀρτεμιδώρα Πολυδεύκους γενομένου βουλευτοῦ Ἑρμοῦ πόλεως τῆς μεγάλης ἀρχαίας καὶ λαμπρᾶς καὶ σεμνοτάτης ἀναγραφομένη ἐπ ἀμφόδου πόλεως λιβὸς εἰδυῖα γράμματα χωρὶς κυρίου χρηματίζουσα τέκνων δικαίῳ κατὰ τὰ Ῥωμαίων ἔθη συμπαρόντος Αὐρηλίου Κοπρέου Κορνηλᾶ ἀπὸ τῆς αὐτῆς πόλεως ἐπηκολούθηκα τῇδε τῇ διαγραφῇ καὶ πέπρακα ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ χρόνον Αὐρηλίᾳ Τεσνεῦτι Ἀχιλλέως Ἥρωνος μητρὸς Εὖτος Διονυσίου ἀπὸ τῆς αὐτῆς πόλεως ἀναγραφομένῃ ἐπὶ τοῦ αὐτοῦ ἀμφόδου συμπαρόντος αὐτῇ Αὐρηλίου Δημητρίου τοῦ καὶ Κορνηλᾶ ἀπὸ τῆς αὐτῆς πόλεως τὴν ὑπάρχουσάν μοι ὁλόκληρον οἰκίαν καὶ αὐλὴν καὶ τὰ χρηστήρια καὶ ἀνήκοντα πάντα καὶ εἰσόδους καὶ ἐξόδους ἐν Ἑρμοῦ πόλει ἐπὶ τοῦ αὐτοῦ πόλεως λιβός. γείτονες τῆς οἰκίας καλουμένης Πκολᾶ ἀπηλιώτου οἰκία Διοσκόρου, λιβὸς καὶ νότου οἰκία υἱῶν Ἱναροοῦτος κλειδοποιοῦ, ὑφʼ ἣν καμάρα βάλλουσα εἰς τὴν ἐκ νότου δημοσίαν ῥύμην, διʼ ἧς καμάρας εἴσοδος καὶ ἔξοδος τῆς πιπρασκομένης οἰκίας, βορρᾶ Ἡρακλέωνος καὶ ἄλλων, τὴν δὲ πρὸς ἀλλήλους συμπεφωνημένην τιμὴν ἀργυρίου δραχμὰς πεντακοσίας γίνονται ἀργυρίου δραχμαὶ φ αὐτόθι ἀπέσχον παρὰ τῆς ὠνουμένης κατὰ τήνδε τὴν διαγραφὴν καὶ εἶναι περὶ αὐτὴν τὴν ὠνουμένην καὶ τοὺς παρʼ αὐτῆς τὴν τῆς πεπραμένης οἰκίας καὶ αὐλῆς κυρείαν καὶ κράτησιν χρωμένους καὶ οἰκονομοῦντας περὶ αὐτῆς καθʼ ὃν ἐὰν αἱρῶνται τρόπον ἐπὶ τὸν ἅπαντα χρόνον, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης μοι τῇ πωλούσῃ καὶ μὴ ἐπελεύσεσθαί με μηδʼ ἄλλους ὑπὲρ ἐμοῦ ἐπὶ τὴν ὠνουμένην μηδʼ ἐπὶ τοὺς παρʼ αὐτῆς περὶ μηδενὸς τῆσδε τῆς πράσεως τρόπῳ μηδενί· ἐὰν δὲ ἐπέλθω ἢ μὴ βεβαιῶ, ἥ τʼ ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτείσωπροσαποτίσω ἢ ὁ ὑπὲρ ἐμοῦ ἐπελευσόμενος τῇ ὠνουμένῃ ἢ τοῖς παρʼ αὐτῆς τά τε βλάβη καὶ δαπανήματα καὶ ἐπιτίμου ὡς ἴδιον χρέος διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ μηδὲν ἧσσον ἡ πρᾶσις κυρία, περὶ δὲ τοῦ ταῦτα οὕτως ὀρθῶς καὶ καλῶς γίγνεσθαιγείνεσθαι ἐπερωτηθεῖσα ὡμολόγησα. ἔτους δ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Οὐαλεριανοῦ τοῦ ἱερωτάτου Καίσαρος Σεβαστῶν Χοίακ. ΑὐρηλίαΑὐρηλι Ἀρτεμιδώρα Πολυδεύκους πέπρακα καὶ ἀπέσχον τὴν τιμὴν καὶ βεβαιώσωβεβεώσωβεβαωσω ὡς πρόκειται. Αὐρήλιος Κοπρέας Κορνηλᾶ συμπάρειμισυμπάριειμι αὐτῇ Αὐρηλία Τεσνεὺς Ἀχιλλέως Ἥρωνος ἡ προκειμένη ἐξωδίασα ὡς πρόκειται. Αὐρήλιος Δημήτριος ὁ καὶ Κορνηλᾶς Διονυσίου συμπάρειμισυμπάριμαι αὐτῇ καὶ ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίης γράμματα. Αὐρήλιος Ἰσίδωρος ὁ καὶ τοῦ προκειμένου οἰκοπέδου τιμῆς δραχμῶν πεντακοσίων Χοίακ δευτέρᾳ καὶ εἰκάδι. βιβλιοφύλαξιν ἐγκτήσεων Ἑρμοπολείτου. παρὰ Αὐρηλίας Τεσνεῦτος Ἀχιλλέως Ἥρωνος μητρὸς Εὖτος Διονυσίου Ἑρμοπολείτιδος ἀναγραφομένης ἐπʼ ἀμφόδου πόλεως λιβὸς συμπαρόντος Αὐρηλίου Δημητρίου τοῦ καὶ Κορνηλᾶ. ἀπογράφομαι εἰς τὸ ἐνεστὸς δ ἔτος τῶν κυρίων Οὐαλεριανοῦ καὶ Γαλλιηνοῦ καὶ Κορνηλίου Οὐαλεριανοῦ Σεβαστῶν, συνευδοκούσης Αὐρηλίας Ἀρτεμιδώρας Πολυδεύκους γενομένου βουλευτοῦ Ἑρμοῦ πόλεως χωρὶς κυ ρίου χρηματιζούσης τέκνων δικαίῳ ἀναγραφομένης ἐπʼ ἀμφόδου πόλεως ἀπηλιώτου εἰδυίης γράμματα συνπαρόντος Αὐρηλίου Κοπρέου ΚορνηλᾶΔημητρίου, ἣν ἠγόρασα παρʼ αὐ τῆς κατὰ διαγραφὴν διὰ τῆς ἐν Ἑρμοῦ πόλει τραπέζης ἀπὸ τοῦ ἐνεστῶτος ἔτους καὶ μηνὸς ὑπάρχουσαν αὐτῇ ὁλόκληρον οἰκίαν καλουμένην Πκολᾶ καὶ αὐλὴν καὶ τὰ χρηστήρια καὶ ἀνήκοντα πάντα καὶ εἰσόδους καὶ ἐξό δους ἐν Ἑρμοῦ πόλει ἐπʼ ἀμφόδου πόλεως λιβὸς ἀκολούθως τῇ διαγραφῇ ὡς περιέχει, ἧς τὸ ἀντίγραφον ὑμῖν ἐν ἐκτάκτῳ ἐπήνεγκα καὶ ὀμνύω τὴν τῶν κυρίων Οὐαλεριανοῦ καὶ Γαλλιηνοῦ καὶ Κορνηλίου Οὐαλεριανοῦ Σεβαστῶν τύχην οὕτως ἔχειν. ἔτους δ Αὐτοκρατόρων Καισάρων Πουπλίου Λικιννίου Οὐαλεριανοῦ καὶ Πουπλίου Λικιννίου Οὐαλεριανοῦ Γαλλιηνοῦ Εὐσεβῶν Εὐτυχῶν καὶ Πουπλίου Λικιννίου Κορνηλίου Οὐαλεριανοῦ τοῦ ἱερωτάτου Καίσαρος Σεβαστῶν Χοίακ κϛ. Αὐρηλία Τεσνεὺς Ἀχιλλέως ἐπιδέδωκα καὶ ὤμοσα τὸν ὅρκον. Αὐρήλιος Δημήτριος ὁ καὶ Κορνηλᾶς συμπάρειμι αὐτῇ. Αὐρηλία Ἀρτεμιδώρα Πολυδεύκους εὐδοκῶ. Αὐρήλιος Κοπρέας ΚορνηλᾶΚορνηλᾶς συμπάρειμισυμπάρειμει αὐτῇ Αὐρήλιος Εὐτυχίδης ὁ καὶ Σαραπίων βουλευτὴς βιβλιοφύλαξ διὰ Ἡρακλέους γραμματέως· μετὰ τὸ πεπρακέναι ερωι τῷ καὶ Ἀνουβίωνι ἐπὶ τοῦ αὐτοῦ πόλεως λιβὸς ὑπὲρ ἀπογραφῆς ὁλοκλήρου οἰκίας καὶ αὐλῆς οὐ διακειμέν ἐν ὀνόματι τῆς ἀποδομένης ἔσχον ἴσον

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.