Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.12.1473
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ννα ὑποστειλα εισαην ἀμπέλου πρόσοδον λόγου ὀκταδράχμου ιων καὶ ἄλλων δραχμῶν ακισχιλίωνακισχειλίων τόκου δραχμιαίου ἑκάστης μνᾶς κατὰ μῆνα ἕκαστον χωρὶς ὧν διέγραψεν ἡ Ἀπολλωνάριον ἀργυρίου ταλάντων τριῶν καὶ πρός, ἐν οἷς καὶ ἡ προσενεχθεῖσα ὑπὸ τῶν γονέων αὐτῆς τῷ Ὡρείωνι προὶξ ἅμα τῇ τοῦ γάμου αὐτῶν προσελεύσει, ἥτις συνγραφὴ ἐλύθη τῷ διελθόντι ϛ ἔτει μηνὶ Θὼθ διὰ τῆς ἐπὶ τοῦ πρὸς Ὀξυρύγ χων πόλει Σαραπείου τραπέζης. εἰς δὲ τὰ ἄλλα ὀφειλόμενα ὑπʼ αὐτῆς ἐπὶἐπεὶ τόκοιςοις ἐπακολουθήσει ἡ Ἀπολλωνάριον γράμματα ἐκδιδομένη τῆς ἐπακολουθήσεως τῷ Ὡρείωνι ἕως ἂν τὰ ἄλλατἄλλα ὑπὲρ αὐτῆς ὀφειλόμενα πληροφορηθῇ. ἀμφότεροι δὲ ἥ τε Ἀπολλωνάριον καὶ ὁ Ὡρείων ἐξομολογοῦνται τὸν καὶ διὰ τῆς περιλύσεως ἐξομολογηθέντα γεγονότα ἑαυτοῖςαἱαυτοῖς ἐξ ἀλλήλων υἱὸν Χαιρήμονα τὸν καὶ Φαῦστον ὄντα πρὸς τὸ ἐνεστὸς ζ ἔτος ἐτῶν ε. συμβιούτωσαν οὖν ἀλλήλοις οἱ γαμοῦντες ἀμέμπτως καθὰ καὶ πρότερον συνεβίουν φυλάσσοντες τὰ τοῦ γάμου δίκαια, ὁ δὲ γαμῶν καὶ ἐπιχορηγείτω τῇ γυναικὶ τὰ δέοντα κατὰ δύναμιν. ἐὰν δέ, ὃ μὴ εἴη, ἐκ διαφορᾶςδιαφοραι ἀπαλλαγῶσι ἀλλήλων, ἐὰν μὲν πρὶν ἢ πληρωθῆναιπληρωθηνει τὸν Ὡρείωνα τοῖς προκειμένοις αὐτοῦ ταλάντοις δυσὶ καὶ δραχμαῖς τρισ χιλίαιςτρισχειλίαις καὶ τοῖς συναχθησομένοις τόκοις, ἀντιλήμψεται ὁ Ὡρείων τῶν προσόδων τῶν τῆς Ἀπολλωναρίου ὑπαρχόντων ἕως οὗ ἂν πληρωθῇ, τελῶν τὰ ὑπὲρ αὐτῶν δημόσια καὶ χορηγῶνχωρηγῶν τῇ Ἀπολλωναρίῳ εἰς διατροφὴν κατʼ ἔτος πυροῦ ἀρτάβας πεντήκοντα μέτρῳ τῷ προκειμένῳ καὶ οἴνου κεράμια πεντήκοντα πέντε , καὶ τοῖς ἄλλοις εἴστοτε φανησομένοις αὐτῆς δανεισταῖς ἀποδώσει. ἀφʼ οὗ δʼ ἂν ἡ πάντων ἀπόδοσις γένηται, ἔκτοτε ἡ Ἀπολλωνάριον ἀντιλήμψεται τῶν ὑπαρχόντων αὐτῆς, ἐπὶ δὲ πάντων καθότι πρὸς ἀλλήλους συνεχώρησαν. κυρία ἡ συνγραφὴ ἥνπερ ὁπηνίκα ἐὰν αἱρῶνται οἱ γαμοῦντες ἢ καί τις αὐτῶν καὶ διὰ δημοσίου ἀνοίσουσιν, τῶν τε λῶν καὶ γραμματικῶν ὄντων πρὸς ἀμφοτέρους. ἔτους ζ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστῶν Φαρμοῦθι ιγ. ἔστι δὲ τῆς αἰτήσεως τοῦ κυρίου ἀντίγραφον. Ἀμμωνιανὸς βασιλικὸς γραμματεὺςγραμματέως Ὀξυρυγχείτου διαδεχόμενος τὴν στρατηγίαν· εἰ μηδὲν ἀντιπίπτειἀντιπείπτει, μηδενὸς δη μοσίου ἤτοι ἰδιωτικοῦ καταβλαπτομένου, δύνασαι ὡς ἀξιοῖς ἐπισταμένη γράμματα κυρίῳ χρήσασθαι τῷ Εὐδαίμονι πρὸς μόνην ταύτην τὴν οἰκονομίαν. ἐσημειωσάμηνἐσημιωσάμην. ἔτους ζ Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστῶν Φαρμοῦθι Ἀμμωνιανῷ βασιλικῷ γραμματεῖ διαδεχομένῳδιαδεχωμένων καὶ τὰ κατὰ τὴν στρατηγίαν παρὰ Ἀπολλωναρίου Χαιρήμονος ἀπʼ Ὀξυρύγχων πόλεως μητρὸς Καρποκρα τιος. ἐπισταμένη γράμματα καὶ ποιουμένηποιωμένη πρὸς τὸν προσυνόντα μοι ἄνδρα Ὡρείωνα Ἱέρακος ἐξηγητεύσαντος τῆς Ὀξυρυγχειτῶν πόλεως κατὰ συν γαμικὴν συνγραφὴν διʼ ἧς ἀσφάλεια δίδοται τῷ Ὡρείωνι ὧν ηοὐχρήστησέν μοι καὶ διέγραψε τῷ διελθόντι ϛ ἔτει ἐπὶ τὴν δημοσίαν τράπεζαν εἰς λόγον ἧς ἀπῄτηθην ἀμπέλου προσόδου, ἔτι τε καὶ ἐξομολογουμένη σὺν αὐτῷ τὸν γεγονότα ἡμῖνἡμεῖν ἐξ ἀλλήλων υἱὸν Χαιρήμονα τὸν καὶ Φαῦστον, ἅμα καὶ ταῖς διὰ τῆς συνγραφῆς ἐνγραφησομέναις ἐξ συμφώνου περὶ τῆς συμβιώσεως ἡμῶν διαστολαῖς, αἰτοῦμαι διὰ σοῦ πρὸς μόνην ταύτην τὴν οἰκονομίαν ἐπιγραφῆναί μου κύριον Εὐδαίμονα Ἀγήνορος τοῦ καὶ Θεοξένου Ἀπολλωνίου μητρὸς Ταεῦτος τῆς καὶ Δημητροῦτος ἀπὸ τῆς αὐτῆς πόλεως παρόντα καὶ εὐδοκοῦντα. διέγραψαδιέγραφα δὲ τὸ ὡρισμένον τῆς αἰτήσεως τέλος. ἔτους ζ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Σεβαστῶν Φαρμοῦθι α. Ἀπολλωνάριον Χαιρήμονος ἐπιδέδωκα. Εὐδαίμων Ἀγήνορος εὐ δοκῶ. Ἀπολλωνάριον Χαιρήμονος συνῆλθον τῷ προόντιπρωώντι ἀνδρὶ Ὡρείωνι πρὸς γάμου κοινωνίαν καὶ ἔσχον τὰ τοῦ ἀργυρίου τάλαντα β ἥμισυ , γείνονται δραχμαὶ μύριαι πεντακισχίλιαιἑπτακισχείλιαι , καὶ εὐδοκῶ πᾶσι τοῖς προκειμένοις. Εὐδαίμων Ἀγήνορος αἰτηθεὶς ἐπιγέγραμμαι τῆς Ἀπολλωναρίου κύριος. Ὡρείων Ἱέρακος συνῆλθον τῇ Ἀπολλωναρίῳ πρὸς γάμου κοινωνίαν ἐπὶ πᾶσι τοῖς προκειμέ νοις, καὶ συνεθέμην τῇ Ἀπολλωναρίῳ ἐπάν, ὃ μὴ εἴη, ἀπαλλαγῶμεν δοῦναι ἐνοίκησιν τὴν πατρῴαν οἰκίαν ἐπʼ ἀμφόδου Δεκάτης. τοῦτο δὲ βουλόμενοςβουλομενη ἐν δημοσίῳ γενέσθαι δίδωμι τῇ πόλειπόλι διὰ τὸ μοναχὸν αὐτὸ εἰναι καὶ μὴ περιέχειν τὰς περὶ τῆς διαθέσεως διαστολὰς τὰς ὁρισθείσας δραχμὰς ιβ, ἀξιῶ ἀναλαβόντας αὐτὸ παρʼ ἐμοῦ ὑποκεχειρογραφημένον ὑπʼ ἐμοῦ περὶ τοῦ εἶναι τὰς ὑπὸ αὐτὸ ὑπογραφὰς ἰδιογράφους, τὴν πρώτην τῆς Ἀπολλωναρίου καὶ τὴν ἑξῆς τοῦ κυρίου αὐτῆς συνγραψαμένου καὶ τὴν τελευταίαν ἐμοῦ τοῦ Ὡρείωνος, συνκαταχωρίσαι αὐτὸ τῷδε τῷ ὑπομνήματι τὸ μὲν αὐθεντικὸν εἰς τὴν Ἁδριανὴν βιβλιοθήκηνβιβλειοθήκηνιβλειοθηκην, τούτου δὲ τὸ ἴσον εἰς τὴν τοῦ Ναναίου, καὶ συντάξαι γραφῆναι τῷ τοῦ Ὀξυρυγχείτου νομοῦνομω στρατηγῷ μεταδοῦναι τῇ Ἀπολλωναρίῳ τούτου ἀν τίγραφον, ἵνα εἴδῃ αὐτὴ ἀπὸ τοῦ νῦν μένοντά μοι τὰ ἀπὸ αὐτῆς δίκαια ὡς ἀπὸ δημοσίου χρηματισμοῦ. ὡς καθήκει. ἔτους θ Λουκίου Σεπτιμί ου Σεουήρου Εὐσεβοῦς Περτίνακος καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν Ἁθὺρ γ. ἐσημειωσάμηνἐσημιωσάμην. τούτου ὄντος ἀξιῶ τὴν μετά δοσιν γενέσθαι τῇ Ἀπολλωναρίῳ ὡς καθήκει. ἔτους θ Αὐτοκρατόρων Καισάρων Λουκίου Σεπτιμίου Σεουήρου Εὐσεβοῦς Περτίνακος Ἀραβικοῦ Ἀδιαβηνικοῦ Παρθικοῦ Μεγίστου καὶ Μάρκου Αὐρηλίου Ἀντωνίνου Εὐσεβοῦς Σεβαστῶν καὶ Πουπλίου Σεπτιμίου Γέτα Καίσαρος Σεβαστοῦ Παῦνιπαχωι ι. αυνι καCross-references (3)
- TM-Text 21874 primary
- DDbDP-Text p.oxy;12;1473 tier-1
- HGV-Text 21874 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.