Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.3.1164f

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ιγ Ἀμμωνίου καὶ Ὀλυμπιάδου καὶ Ἀμμωναρίου διὰ τῆς μητρὸς Δημητρίας καὶ Εὐδαιμονίδος ἀργυρίου δραχμῶν ψ ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Παρθικοῦ Μεγίστου ΒρεταννικοῦΒρενταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ μηνὸς Πανήμου Φαρμοῦθι ιγ. διὰ τῆς Ἀνουβίωνος Ἀμμωνίου Ματιδίου τοῦ καὶ Καλλιτεκνείου ἐν Ἀντινοου πόλει χρηματιστικῆς τραπέζης. Ἀμμώνιος Σεβάστιος ὁ καὶ Ἡράκλειος καὶ οἱ τούτου ὁμογνήσιοι ἀδελφοὶ Ὀλυμπιά δης καὶ Ἀμμωνάριον οἱ δύο ἀφήλικες Ἀντινοεῖς, οἱ τρεῖςτρῖς ἐκ πατρὸς Χαιρήμονος Ἀμμωνίου φυλῆς τῆς αὐτῆς καὶ δήμου διὰ τῆς κοινῆς αὐτῶν μητρὸς Δημητρίας Τιθοητίωνος ἀπὸ Θνίβεως τοῦ Ἑρμοπολείτου μετὰ κυρίου οὗ ἑκοῦσα ἐπεσπά σατο πρὸς μόνην ταύτην τὴν οἰκονομίαν Διοσκόρου Βησαρίωνος τοῦ Διοσκόρου Παυλινίου τοῦ καὶ Φιλαδελφίου καὶ ἡ του των ὁμοπατρία ἀδελφὴ Εὐδαιμονὶς Ἀντινοὶς ἐκ μητρὸς Δημητρίας μετὰ κυρίου τοῦ ἀνδρὸς Ἥρωνος Μαμερτίνου Ματιδίου τοῦ καὶ Θεσμοφορίου οἱ πάντες Κορνηλίῳ Σαραπάμμωνος τοῦ Εὐδαίμονος Ἀθηναιεῖ τῷ καὶ Ἐριχθονίῳ πεπρακέναι τὸν Κορνήλιον τῷ Ἀμμωνίῳ καὶ Ὀλυμπιάδῃ καὶ Ἀμμωναρίῳ καὶ Εὐδαιμονίδι τοῖς τέσσαρσι κοινῶς ἐξ ἴσου μέρους ἀπὸ τοῦ νῦν εἰς τὸ παντελὲς τὸ ὑπάρχον αὐτῷ κτητὸν μέρος ἥμισυ οἰκίας διστέγου σὺν καταγαίῳ καὶ χρηστηρίων καὶ αὐλῆς καὶ ἀνηκόντων πάντων οὔσης ἐν τῷ δ γράμματι πλινθίῳ ζ τῆς Ἀντινόου ἧς ὅλης οἰκίας καὶ αὐλῆς, γείτονεςγίτονες νότου ῥύμη δημοσία διʼ ἧς εἴσοδος καὶ ἔξοδος, βορρᾶ Τιθοητίωνος καὶ ἄλλων, ἀπηλιώτου Κορνηλίου καὶ ἄλλων, λιβὸς Σαραπάμμωνος ἢ οἳ ἐὰν ὦσιν γείτονεςγίτονες πάντοθεν καὶ ἀνῃρῆσθαιἀνειρῆσθαι τὸν πωλοῦντα Κορνήλιον παρά τε τῆς Εὐδαιμονίδος καὶ τῆς προκει μένης μητρὸς τῶν περὶ τὸν Ἀμμώνιον ΔημητρίαςΔημήτριαν τὴν συνπεφωνημένην πρὸς ἀλλήλους τιμὴν ἀργυρίου δρα χμὰς ἑπτακοσίας γίνονται ἀργυρίου δραχμαὶ ψ, παρὰ μὲν τῆς Εὐδαιμονίδος τὰς αἱρούσας αὐτῇ δραχμὰς ἑκατὸν ἑβδομήκονταἑβδεμήκοντα πέντε , παρὰ δὲ τῆς Δημητρίας δραχμὰς πεντακοσίας εἰκοσιπέντε αἱρούσας τοῖς τέκνοις αὐτῆς οὔσας ἀπὸ τιμῆς ὧν ἀπέδοτοἀπέδετο ἡ αὐτὴ Δημητρία γυναικείωνγυναικίων αὐτῆς κοσμαρίων καὶ σκευῶν ἃς καὶ ἐντεῦθεν χαρίζεται τοῖς αὐτοῖς τέ κνοις αὐτῆς χάριτι ἀναφαιρέτῳ καὶ οὐ μετελεύσεται αὐτοὺς κατʼ οὐδένα τρόπον ἐπὶ τῷ καὶ αὐτὴν Δημητρίαν ἔχειν τὴν οἴκησιν καὶ χρῆσιν τοῦ κατὰ τὰταυτα τέκνα αὐτῆς μέρους τῆς οἰκίας καὶ χρηστηρίων πάντων ἄνευ ἐνοικίου καὶ παντὸς τελέσματος ἐπὶ τὸν τῆς ζωῆς αὐτῆς χρόνονχρόνων διὰ τὸ ἐπὶ τούτοις αὐτοῖς γεγενῆσθαι τὸν ἀγορασμόν, κρατεῖν οὖν καὶ κυριεύειν τοὺς ὠνουμένους τέσσαρας ὧν τὰ ὀνόματα πρόκειται καὶ τοὺς παρʼ αὐτῶν τοῦ πεπραμένουπεραμένου ἡμίσους μέρους τῆς οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων πάντων καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτοῦ ὡς ἂν αἱρῶνται ἀνεμποδίστως, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἀπὸ τῆς κατὰ τὸν πωλοῦντα ἐνποιήσεως ἐξακολουθούσης αὐτῷ Κορνηλίῳ καὶ τοῖς παρʼ αὐτοῦ καὶ πάντα τὸν ἐπελευσόμενον ὀνόματι αὐτοῦ ἢ τῶν παρʼ αὐ τοῦ ἀποστήσεινἀποστήσιν αὐτὸν παραχρῆμα ἰδίαις αὐτοῦ δαπάναις χωρὶς τοῦ κυρίαν μένειν τήνδε τὴν πρᾶσιν καὶ οὐκ ἐξέ σται οὐδενὶ τῶν ὠνουμένων πωλεῖν ξένῳ τὸ κατʼ αὐτὸν μέρος ἢ μόνοις τοῖς προκειμένοις αὐτοῦ κοινωνοῖς πρὸς τὸ αἱροῦν τῆς προκειμένης τιμῆς ἐφʼ ὅσον ἐστὶν ἡ οἰκία τῶν αὐτῶν στεγῶν διὰ τὸ ἐπὶ τούτοις ἑστάσθαι καὶ ἠγο ρακέναι. Κορνήλιος Σαραπάμμωνος τοῦ Εὐδαίμονος Ἀθηναιεὺς ὁ καὶ Ἐριχθόνιος πέπρακα τοῖς τέσσαρας κοι νῶς ἐξ ἴσου τὸ ὑπάρχον μοι μέρος ἥμισυ τῆς προκειμένης οἰκίας διστέγου καὶ αὐλῆς καὶ χρηστηρίων πάντων καὶ ἀπέσχον τὴν τιμὴν δραχμὰς ἑπτακοσίας καὶ βεβαιώσω καὶ εὐδοκῶ πᾶσι ὡς πρόκιται. Ἅρπαλος Νεμεσίω νος Νερουιάνιος ὁ καὶ Προπατόριος ἔγραψα ὑπὲρ αὐτοῦ τὸ ὄνομα ὑπογράφοντος. Κορνήλιος ὑπέγραψα ὡς πρόκιται. Εὐδαιμονὶς Χαιρήμονος ἐώνημαιαἰώνημαι καὶ ἐξωδίασα τὴν τιμὴν καὶ εὐδοκῶ πᾶσι ὡς πρόκειται. Ἥρων Μαμερτείνου τοῦ Ὡρίωνος Ματίδιος ὁ καὶ ΘεσμοφόρειοςἈπεμφόρειος ἐπιγέγραμμαι τῆς γυναικός μου κύριος καὶ ἔγραψαἐγαἔγράψαγρ ὑπὲρ αὐτῆς μὴ εἰδυίας γράμματα. Σαραπᾶς ὁ καὶ Σερῆνος Ἀμμωνίου Αἰλιεὺς ὁ καὶ Διονυσιεὺς ἀνέγνωνσυνέγνων τοῖς προγεγραμμένοις πᾶσι τὴν προκειμένην ὠνὴν ὡς περιέχει. Ἡλιόδωρος Ἑρμίου Παυλίνιος ὁ καὶ Φιλαδέλφιος μαρτυρῶ. Ὠριγένης Ἡρακλεί δου Σεβάστιος ὁ καὶ Ἀσκλήπειος μαρτυρῶ. Διόσκορος Διοσκόρου Ἀθηναιεὺς ὁ καὶ Ἐλευσίνιος μαρτυρῶ. Σαραπίων ὁ καὶ Εὐδαίμων ἈθηναιεὺςἈθηνεεὺς ὁ καὶ Μαραθώνιος μαρτυρῶ. Δημητρία Τιθοητίωνος μετὰ κυρίου Διοσκόρου Βησαρίωνος ἐξωδίασα τὴν προκειμένην τιμὴν καὶ εὐδοκῶ καὶ πείθομαι πᾶσι τοῖς προκειμένοις. Φιλαντίνοος ὁ καὶ Ὡρίων γεραίτεροςγέρδιοσ Ἀπολιναρίου Σαβείνιος ὁ καὶ Ἁρμονιεὺς ἔγραψα ὑπὲρ αὐτῆς μὴ εἰδυίαςεἰδυίης γράμματα. ὑπογραφεὺς τοῦὑπὲρ αὐτοῦ κυρίου αι Διόσκορος Βησαρίωνος εὐδοκῶ Εκλο

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.