Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.grenf.1.60
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Τιβερίου βασιλείας Φλαουίου Τιβερίου Νέου Κωνσταντίνου τοῦ αἰωνίου Αὐγούστου αὐτοκράτορος μεγίστου εὐεργέτου ἔτους ἑβδόμου ὑπατείας τοῦ αὐτοῦ εὐσεβεστάτου ἡμῶνκαὶ Φλαουίας Ἀναστασίας δεσπότου ἔτους τετάρτου ἐν Ἀπόλλωνος ἄνω πόλει. Δημητρίου μητρὸς Σοφίας ὑπογραφέα παρέχουσα ὑπὲρ αὐτῆς καὶ μάρτυρας τῇ παρούσῃ βεβαίᾳ καὶ ἀπαραβάτῳ πράσει Αὐρηλίοις Πααμίῳ Παπνουθίου ἰδίῳ μου χαίρειν. ὁμολογῶ παροῦσα ἐν δημοσίῳ τόπῳ ἑκουσίως καὶ αὐθαιρέτως ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ οἱασδήποτε κακονοίας καὶ κακοηθείας καὶ παντὸς ἐλαττώματος καὶ πάσης νομίμου περιγραφῆς, ὧδε ἐπομνυμένη πρὸς τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα, καὶ τὴν νίκην καὶ διαμονὴν τῶν εὐσεβεστάτων καὶ γαληνοτάτων ὑμῶν δεσποτῶν ΦλαυίωνΦλλ Τιβερίου καὶ Ἀναστασίας τῶν αἰωνίων αὐγούστων αὐτοκρατόρων, πεπρακέναι κατὰ τὴνδε τὴν ἐγγράφην ὠνιακὴν ἀσφάλειαν ὑμῖν τοῖς προγεγραμμένοις Αὐρηλίοις Πααμίῳ καὶ Σύρῳ σοὶ μέν ω τὸ τρίτον μέρος καὶ καταγεγραφέναι ὠνιακῷ νόμῳ καὶ παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳδικαίου ἐπὶ αἰωνίᾳ κατοχῇ ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἑξῆς καὶ ἀεὶ ἅπαντα διηνεκῆ χρόνον τὰ ὑπάρχοντά μοι σμένης αὐλῆς διακειμένης ἐν τῷ ριου τοῦ Παρθέωνος ἁλιέων δικαιώματος καὶ δεσποτείας, περιελθόντα εἰς ἐμὲ ἀπὸ γονέων καὶ μηδὲ ἓν μέρος ἢ δίκαιον ἀπολέλειπται ἐκ τῆς αὐτῆς αὐλῆς ἀπὸ μετὰ τῆς εἰσόδου καὶ ἐξόδου καὶ ἀνόδου καὶ καθόδου ἧς γείτονες ὅλης τῆς αὐτῆς αὐλῆς νότου ἀπηλιώτου καὶ λιβὸς καὶ βορρᾶ ῥύμαι δημοσίαι, ἢ οἳ ἂν ὦσι γείτονες πάντη πάντοθεν, καθὼς ἐγὼ ὑμῖν στόματι ὑπηγόρευσα τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης μεταξὺ ἡμῶν ἀμφοτέρων ἐπὶ βεβαίῳ καὶ ἀπαραλύτῳ λόγῳ χρυσοῦ κερατίων μόν, ἣνπερ τελείαν τιμὴν αὐτόθι ἀπέσχον παρʼ ὑμῶν ἀμφοτέρων τῶν ὠνουμένων ἀπὸ χειρὸς εἰς χεῖραςχέρας μου ἐξ οἴκου ὑμῶν ἀριθμῷ καὶ σταθμῷ πλήρει, καὶ βεβαιώσω ὑμῖν τήνδε τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένου, τὸν δὲ ἐπελευσόμενον ἢ ἀντιποιησόμενον παραχρῆμα ἐγὼ ἡ πεπρακυῖα ἢ οἱ κληρονόμοι ἢ οἱ διάδοχοικάτοχοι ἢ οἱ διακάτοχοι ἐκστήσω καὶ ἐκδικήσω καὶ καθαροποιήσω ἰδίοις μου ἀναλώμασι καὶ κινδύνῳ τῆς λοιπῆς ἡμῶν ὑποστάσεωςζωῆς κατὰ τὸν περὶ πράσεως καὶ βεβαιώσεως νόμον. εἰ δὲ ἀσθενήσοιμι περὶ τὴν ἐκδίκησιν καὶ καθαροποίησιν ταύτης τῆς πράσεως ἑτοίμως ἔχω ἐπιγνῶναι ὑμῖν τὰ τιμήματα μετὰ καὶ τοῦ μηδὲν ἰσχύειν κατὰ τῶν ἐγγεγραμμένων πρὸς τῷ ὑμᾶς τοὺς ὠνουμένους κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν καὶ οἰκεῖν καὶ μεῖν καὶ οἰκοδομεῖν καὶ ἀνοικοδομεῖν καὶ ἐκχωρεῖν καὶ παραχωρεῖν καὶ πωλεῖν καὶ χαρισάσθαι καὶ τέκνοις μεταδιδόναι καὶ κληρονόμοις καταλιμπάνειν καὶ διαδόχοις, καὶ διακατόχοις, καὶ χρῆσθαι περὶ αὐτῶν ἀρέσκοντι ὑμῖν τρόπῳ ἀκωλύτως καὶ ἀνεμποδίστως πεπρακέναι ὑμῖν τοῖς προγεγραμμένοις πραθείσης αὐλῆς καὶ ἀπεσχηκέναι τὴν τιμήν καὶ ταύτην ἐχθέσθαι ὑμῖν τὴν πρᾶσιν κυρίαν εἶναι καὶ βεβαίαν καὶ ἔννομον ἁπανταχοῦ προφερομένην γράφοντος καθὼςκαθὸς ἐπερωτηθεῖσα λως ἔχειν ὡμολόγησα. ιος Δημητρίου μητρὸς Σοφίας ἡ προκειμένη ἐθέμην τὴν παροῦσαν πρᾶσιν, καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. ἀπὸ πριμικηρίων ριων ἀριθμοῦ ταύτης τῆς ἄνω Ἀπόλλωνος ἔγραψα ὑπὲρ αὐτῆς παρούσηςἀκουσάσης καὶ εἰπούσης μοι γράμματα μὴ εἰδυίης. μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῆς θεμένης. μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῆς θεμένης. μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῆς θεμένης. μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῆς θεμένης. διʼ ἐμοῦ στου ἐγράφη ὑπεγράφηCross-references (3)
- TM-Text 22623 primary
- DDbDP-Text p.grenf;1;60 tier-1
- HGV-Text 22623 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.