Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.michael.40
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
παρʼ ἐμοῦ, ὧν γείτονες τοῦ προδιομολογημένου κτήματος ἔσωθεν καὶ ἔξωθεν ἐκ τετραγώνου εἰσὶν οὗτοι· νότου, ἐν μὲν τῷ λιβικῷ ἀνέμῳ τὸ ὅριον τῶν ἀρουρῶν τοῦ ἐμοῦ πατρὸς Ἰσακίου, ἐν δὲ τῷ ἀπηλιωτικῷ ἀνέμῳ ῥύμη διηγοῦσα εἰς ἀπηλιώτην εἰς τὸ ἐποίκειον λεγόμενον Ψινίου· ἀπηλιώτου, ἐν μὲν τῷ νοτίνῳ ἀνέμῳ ἐν δὲ τῷ βορινῷ ἀνέμῳ ἄρουραι τοῦ αὐτοῦ ἐμοῦ πατρὸς Ἰσακίου· βορρᾶ τὸ κτῆμα τῶν κληρονόμων Ἀπολλῶτος Διοσκόρου Φαρατοπος· λιβὸς ἄρουραι τοῦ αὐτοῦ ἐμοῦ πατρὸς Ἰσακίου, ἢ οἵοι ἐὰν ὦσι γείτονες πάντῃ παντόθεν τοῦ προειρημένου κτήματος ἐν τῇ νοτίνῃ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης τοῦ ἐν κλήρῳ λεγομένῳ τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης τελείας καὶ ἀξίας, χρυσοῦ δεσποτικῶν δοκίμων νομισματίων δέκα τὸν ἀριθμὸν ἑκάστου παρὰ κεράτια δύο τῷ χρυσοχοικῷ σταθμῷ τῆς αὐτῆς κώμης Ἀφροδίτης, γίνονται χρυσοῦ νομισμάτια ι παρὰ κεράτια κ, ἅπερ ταῦτα τῆς τιμῆς χρύσινα ἀπείληφα ἐγὼ ὁ ἀποδόμενος Ἰωάννης Ἰσακίου Βησκούιτος παρά σου τοῦ ἐωνημένου Ἀπολλῶτος Ἰωσηφίου διὰ χειρός σου εἰς χειράς μου ἐπʼ ὄψεσιὄψεσει τῶν ἑξῆς ὑπογραφόντων νομίμων μαρτύρων εἰς τὸ ἀπὸ τοῦ νῦν ἐπὶ τὸ διηνεκὲς ἀριθμῷ σταθμῷ πλήρη ἅμα τῇ πράσει γενομένῃ ἐφʼ ᾗ τιμῇ καὶ πέπεισμαι· ἐφʼ ᾧ δή σε τελέσαι τὰ ὑπὲρ τούτου παντοῖα δημόσια τελέσματα ἐμβολῆς τε καὶ χρυσικοῦ καὶ ναύλου καὶ παντοίων ἀννωνιακῶν πρὸς τὴν ἀπογραφὴν τοῦ δημοσίου κώδικος Ἰωάννου τοῦ τῆς λογίας μνήμης ἀπογενόμενου σχολαστικοῦ καὶ κηνσίτορος ἢ, εἰ οὕτω τύχοι, ἑτέραν μέτρησιν κυρωθησομένην ἐν τῇ Ἀνταιοπολιτικῇ ἐνορίᾳ, ἀπὸ κανόνος τῆς νῦν ἀρξαμένης ὀγδόης ἰνδικτίωνος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου διὰ παντὸς εἰς τὸ παντελές· πρὸς τὸτω ἐντεῦθέν σε τὸν αὐτὸν πριάμενον Ἀπολλὼν υἱὸν Ἰωσηφίου θαυμασιώτατον ἀπὸ βοηθῶν κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν τοῦ προδεδηλουμένου ἡμίσους μου μέρους τοῦ μητρῷου μου τρίτου μέρους κτήματος μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου κατὰ τὰς ἄνω εἰρημένας πάσας διαστολάς, καὶ οἰκεῖν καὶ διοικεῖν καὶ οἰκονομεῖν καὶ γεωργεῖν καὶ καρποῦσθαι καὶ φορολογεῖν, καὶ ἐκποιεῖν ἢ καὶ μεταποιεῖν καὶ παραπέμπειν ἐπὶ κληρονόμους ἰδίους καὶ διαδόχους καὶ κατόχους, καὶ χρησάσθαι καὶ νέμεσθαι κατὰ τὸν δοκοῦντά σοι κυριευτικὸν τρόπον ἀκωλύτως καὶ ἀνεμποδίστως, μηδενός σοι ἀντιποιουμένου ἢ ἀντιποιησομένουἀντιποιηθησομένου τῶν μετʼ ἐμέἐμου κληρονόμων ἢ συνκληρονόμων ἢ τῶν ἐκ γένους μοι ἀνηκόντων ἢ ἀγχιστευόντων· καὶ τὸν ἐπελευσόμενον εἴς σε τοῦ λοιποῦ περὶ τοῦ προγεγραμμένου ἡμίσους μου μέρους τοῦ μητρῴου μου τρίτου μου μέρους κτήματος μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου κατὰ τὴν ἀνωτέραν διαστολὴν ἐγὼ αὐτὸν ἀποτρέψω ἀπό σου ἰδίοις μου ἀναλώμασι καὶ δαπανήμασι· καὶ βεβαιώσω σοι πάσῇ βεβαιώσει ἀπὸ παντὸς καὶ διὰ παντὸς τοῦ ἐπελευσομένου ἢ ἀντιποιησομένουἀντιποιηθησομένου πάντῇ καὶ ἐπάναγκες· εἰ δὲ καὶ ἧττον φροντίζω τῆς βεβαιώσεως, τριπλασίως τὸ τίμημα ἀποδώσω μετὰ καὶ τοῦ διαφέροντος καὶ ἀναλώματος, πρὸς τὸτω βεβαίαν εἶναι καὶ ἰσχυρὰν ταύτην τὴν πρᾶσιν πανταχοῦ προφερομένην, ἥνπερ δισσὴν γραφεῖσαν ὁμότυπον γραφεῖσαν ἑκὼν καὶ πεπεισμένος ἐθέμην σοι ἄνευ βίας καὶ ἀνάγκης καὶ ἀπάτης καὶ πλάνης πάσης καὶ φόβου καὶ δόλου τινος ἐν δημοσίῳ ἀρχείῳἀρχίῳ καὶ κατὰ νόμους τετελειωμένην μεθʼ ὑπογραφῆς ἐμῆς καὶ τῶν ἑξῆς συνηθῶν κατὰ παράκλησιν ἐμὴν μαρτυρησάντων μαρτύρων ἐξεδόμην σοι πρὸς ἀσφάλειαν· καὶ εἰς πάντα τὰ ἐγγεγραμμένα καὶ εἰς τὴν βεβαίωσιν καὶ καθαροποίησιν ταύτης τῆς πράσεως ὑποκειμένων σοι πάντων μου τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων πραγμάτων κινητῶν τε καὶ ἀκινήτων καὶ αὐτο κινήτων γενικῶς καὶ ἰδικῶς ἐν παντὶ εἴδει καὶ γένει ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης. καὶ πρὸς πάντα τὰ ἐγγεγραμμένα ἐπερωτηθεὶς ὡμολόγησα. δῆλον ὅτι τοῦ προγεγραμμένου μητρῴου μου τρίτου μέρους κτήματος κοινοῦ ὄντος πρός σε τὸν προειρημένον Ἀπολλὼν υἱὸν Ἰωσηφίου τὸν νῦν ἠγορακότα εἰς τὸ ἄλλο ἥμισυ μέρος ἐλθὸν εἴς σε ἀπὸαὐτὸ δικαίας διαπράσεωςδιὰ πράσεως Φοιβάμμωνος ἐμοῦ ἀδελφοῦ κατὰ μητέρα διὰ τοῦ πατρὸς αὐτοῦ Μαθίου Ψεμπνουθίου Ψύρου, τῆς πράσεως βεβαίας οὔσης καὶ κυρίας πανταχοῦ προφερομένης ἀκολούθως τῇ δυνάμει αὐτῆς καὶ ἐπι τούτοις πᾶσιν δῆλον ὅτι πέπρακά σοι τὸ ἕκτον μου μέρος ἀπὸ τῆς μονῆς καὶ τῆς οἰκίας καὶ δικαίωνδικαίον πάντων. Αὐρήλιος Ἰωάννης Ἰσακίου ὁ προκείμενος ἐθέμην ταύτην πρᾶσιν καὶ ἀπέσχον τὴν προκειμένην τελείαν τιμὴν ἐν νομισματίοις δέκα, βεβαιώσομέν σοι πάσῃ βεβαιώσει ἀπὸ παντὸς καὶ διὰ παντὸς, καὶ ὤμοσαὄμοσα τὸν θεῖον ὅρκον ὡς πρόκεῖται Αὐρήλιος Μακάριος Φοιβάμμωνος μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τοῦ θεμένου· μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου ἐν νομισματίοις δεκα τῆς τιμῆς. Αὐρήλιος Ὀννῶφρις Θωμᾶς μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τοῦ θεμένου· μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῶν δέκα νομισμάτων τῆς τιμῆς. Φλαούιος Πνέις Ἰωσηφίου μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τοῦ Θεμένοῦ· μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῶν δέκα νομισμάτων τῆς τιμῆς. Αὐρήλιος Ἰωάννης Βίκτορος μαρτυρῶμαρτρῶ τῇ πράσει ἀκούσας παρὰ τοῦ θεμένου· μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τῶν δέκα νομισμάτων τῆς τιμῆς. Αὐρήλιος Προμαυὼς Ἑρμαυῶτος μαρτυρῶ τῇ πράσει καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῶν δέκα νομισμάτων τῆς τιμῆς ἀκούσας παρὰ τοῦ θεμένου. διʼ ἐμοῦ Πιλάτου νομικοῦ ἐγράφηCross-references (3)
- TM-Text 21413 primary
- DDbDP-Text p.michael;;40 tier-1
- HGV-Text 21413 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.