Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.muench.1.16

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ιος λκ ἀπὸ Συήνης χαίρειν. ὁμολογῶ ἐγὼ ὁ προγεγραμμένος ἀμετανοήτῳ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει καὶ εἰλικρινεῖ συνειδήσει κατὰ τήνδε τὴν ἁπλῆν ἔγγραφον ἀσφά λειαν πεπρακέναι ὑμῖν σήμερον καὶ καταγεγραφέναι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ καὶ ἑξῆς ἅπαντα χρόνον τὴν ὑπάρχουσάν μοι αὐλὴν ἐξ ὁλοκλήρου ἀπὸ ἐδάφους ἕως ἀέρος, οἵας ἐστὶ διαθέσεως, διακειμένηνδιακειμενης ἐπὶ τὴν αὐτὴν Συήνην καὶ περὶ τὸ νότινον μέρος τοῦ φρουρίου καὶ περὶ λαύραν καλουμένην τῆς παρεμβολῆς ἤτοι σκυτέων, ἀνεῳγμένην ἔχουσαν τὴν θύραν εἰς βορρᾶν εἰς τὴν δημοσίαν ῥύμην συνημμένην τῇ ὑπαρχούσῃ ἐμοὶ οἰκίᾳ ἐξ ἀ πηλιώτου αὐτῆς , ἐλθοῦσαν εἰς ἐμὲ ἀπὸ δικαίαςδικαιου ἀγορασίαςκγορασίας παρὰ Πλούλλου Σαβίνου στρατιώτου ἀγραρεύοντος Πανὸς καὶ Παύλουπαυλος Κροὺρ καὶ Θίκρης καὶ Μαρίας ἀδελφῶν αὐτῆς καὶ Ἰωάννου Πινούθου καὶ Ταδώρας Πασνοῦτος καὶ Μαρίας καὶ Τσαύας καὶ Ἀλεξάνδρας καὶ Μαρίας ἄλλης Ψενθαησίου ἀκολούθως ταῖς ἐκδοθείσαις ὑμῖν παρʼ ἐμοῦ προκτητικαῖς ὠναῖς, ἃς ἐξεδόμην ὑμῖν εἰς μείζονα ὑμῶν ἀσφάλειαν, καὶ εἰς αὐτοὺς ἀπὸ κληρονο μικοῦ δικαίου τῶν γονέων αὐτῶν. εἰσὶ δὲ γείτονες τῆς αὐτῆς ἁπάσης αὐλῆς νότου ῥύμη δημοσία ἄγουσα εἰς τὸ τεῖχος καὶ οἰκία Μαρτυρίας Ταχβὰρ καὶ Εὐχαρίου Κύρου κεντυρίωνος , βορρᾶ ῥύμη δημοσία, εἰς ἣν νεύει ἡ αὐθεντικὴ αὐτῆς θύρα, ἀπηλιώτου αὐλὴ Πετεροοῦτος, λιβὸς οἰκία μου τοῦ ὠνουμένου ὁ δὲ τοῖχος τῆσδε τῆς οἰκίας μου, κοινωνιμιαῖοςκοινωνιμαῖος τυγχάνων ἀπηλιωτικῶςἀπηλικῶς τῇ ἐμῇ οἰκίᾳ, λιβικῶςλυβικῶς δὲ τῇ αὐτῇ αὐλῇ, εἶναι ἐπὶ τὸ διηνεκὲς ἀπὸ ἐδάφους αὐτοῦ ἕως ἀέρος ἄνευ ἀναλωμάτων διὰ τὸ ἐμὲ πεπληρῶσθαι παρʼ ὑμῶν τοῦ ἀναλώματος ἀπεντεῦθεν ἢ οἳ ἂνἐὰν ὦσι γείτονες πάντη πάντοθεν καθὼς ὑπηγόρευσα ἐγὼ ὁ ἀποδόμενος. καὶ οὐδὲν ἐμοὶ ὑπολέλειπται ἄπρατον ἐν τῇ αὐτῇ αὐλῇ ἀπὸ ἐδάφους ἕως ἀέρος, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης χρυσοῦ δοκίμου νομισματίων παλαιοχαράκτων εὐστάθμων δύο γίνεται χρυσοῦ νομισμάτια β, ἥνπερ τελείαν τιμὴν αὐτόθι ἀπέσχον παρʼ ὑμῶν τῶν ὠνουμένων ἐγὼ ὁ ἀποδό μενος ἐν τῇ ἐνεστώσῃ ἡμέρᾳ διὰ χειρὸς εἰς χεῖρά μου ἐπὶ τῆς αὐτῆς Συήνης ἀριθμῷ καὶ σταθμῷ πλήρη πρὸς τὸ ἐντεῦθεν ὑμᾶς τῆς προδεδηλωμένηςπροδεδηλουμένης αὐλῆς ἀπὸ ἐδάφους ἕως ἀέρος κυριεύειν καὶ δεσπόζειν καὶ διοικεῖν καὶ οἰκοδομεῖν καὶ ἐποικοδομεῖν καὶ πωλεῖν καὶ χαρίζεσθαι καὶ ἐπιτελεῖν τὰ περὶ αὐτῆς τρόπῳ ᾧ ἂνἐὰν αἱρῆσθε ἀκωλύτως καὶ ἀνεμποδίστως καὶ χρήζεσθαι κοινῶς τῷ προ δεδηλωμένῳπροδεδηλουμένῳ τοίχῳ καὶ θεῖναι εἰς αὐτὸν δοκοὺς καὶ καμαρῶσαι καὶ ἐπιτελεῖν τὰ περὶ αὐτῷ τρόπῳ ᾧ ἂνἐὰν αἱρῆσθε ἀκωλύτως. καὶ μὴ ἐγκαλεῖν ὑμῖν μήτʼ ἐγκαλέσειν μήθʼ ἕτερόν τινα τῶν ἐξ ἐμοῦ ὀνόματος ἐν μηδενὶ καιρῷ κατὰ μηδένα τρόπον ἀφορμῇ μηδεμιᾷ, διὰ τὸ ὡς προεῖπον ἀπεσχηκέναι με παρʼ ὑμῶν τελείαν τὴν προ γεγραμμένην τιμήν. τὸν δὲ ἐγκαλέσοντα ὑμῖν ἢ καὶ ἀντιποιησόμενον περὶ ταύτης τῆς προδεδηλωμένηςπροδεδηλουμένης αὐλῆς ἀπὸ ἐδάφους ἕως ἀέρος σὺν εἰσόδῳ καὶ ἐξόδῳ ἢ μέρους αὐτῆς ἐγὼ ὁ πεπρακὼς ἀποστήσω καὶ καθαροποιήσω ὑμῖν ἰδίοις μου ἀναλώμασιν. καὶ ἐξεδόμην ὑμῖν τήνδε τὴν πρᾶσιν κυρίαν οὖσαν καὶ βεβαίαν ἐφʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος πρὸς ἀσφάλειαν καὶ ἐπερωτηθεὶς ὡμολόγησα καὶ ἀπέλυσα Αὐρήλιος Δῖος Πατεχνουμίου γεωργὸς ὁ προκείμενος πέπρακα τὴν προκειμένην αὐλὴν ἐξ ὁλοκλήρου ἀπὸ ἐδάφους ἕως ἀέρος καὶ ἀπέσχον παρʼ ὑμῶν τὴν προ γεγραμμένην τιμὴν ἐν νομισματίοις δυσὶ καὶ βεβαιῶ τὴν πρᾶσιν ὡς πρόκειται . Φλαύιος Μαρτύριος Οὐίκτορος στρατιώτης λεγεῶνος Φιλῶν ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὴ εἰδότος. Ἰσὰκ Ἰωσηφίου διάκονος ἐκκλησίας Συήνης μαρτυρῶ. Αὐρήλιος Πασμῆς Παπνουθίου ἀπὸ Συήνης μαρτυρῶ Πέτρος Ἰωσὴφ πρεσβύτερος ἐκκλησίας Συήνης μαρτυρῶ. Φλαύιος Ἴσακος Οὐίκτορος στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ. Φλαύιος Παένου Ἰακὼβ ὀρδινάριος Φιλῶν μαρτυρῶ. Φλαύιος Ἰωσὴφ Παύλου αὐγουστάλιοςἀγουστάλιος λεγεῶνος Συήνης μαρτυρῶ. Φλαύιος Κολλοῦθος Ἡρώδου στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ. διʼ ἐμοῦ Φωσφορίου πρεσβυτέρου ἐγράφη

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.