Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.cair.masp.2.67161

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους πρώτου, Φαῶφι νεομηνίᾳ πεντεκαιδεκάτης ἰνδικτίονος. ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ. Αὐρηλία Ἀθανασία, θυγάτηρ τοῦ τῆς μακαρίας μνήμης Κύρου, μητρὸς Ἀλεετ, παρόντος αὐτῇ καὶ συναινοῦντος καὶ πειθομένου εἰς τοῦτο τοῦ ἰδίου αὐτῆς συμβίου Φλαυΐου Κόνωνος υἱοῦ Ἐπανακίου, πραγματευτοῦ, ἀμφότεροι ἀπὸ τῆς Λυκοπολειτῶν, τὰ νῦν διάγοντες ἐνταῦθα ἐπὶ τῆς Ἀντινοέων, Φλαυΐῳ Διοσκόρῳ υἱῷ Ἀπολλῶτος τῷ αἰδεσίμῳ, ὁρμωμένῳ ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ, τὰ νῦν καὶ αὐτῷ διάγοντι ἐνταῦθα ἐπὶ τῆς αὐτῆς Ἀντινοέων. ὁμολογῶ ἐγὼ ἡ προ γεγραμμένη Ἀθανασία, συνόντος Κόνωνος τοῦ ἐμοῦ συμβίου, διὰ ταύτης μου τῆς ἐγγράφου ἀσφαλείας, ἑκοῦσα καὶ πεπεισμένη, παντὸς δίχα δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ πάσης συναρπαγῆς, ἐντέλλεσθαί σοι καὶ ἐπιτρέπειν καὶ ὡσαύτως αὐτόστολονδύναμίνσοι δεδωκέναι, ὥστε σε τὴν ἐμὴν χώραν ἀποπληρῶσαι καὶ ἀντιλάβεσθαι τοῦ ἐμοῦ προσώπου καὶ δικάσασθαιδεικάσασθαι πρὸς Θεόδωρον υἱὸν Ψοίου, τὸν ἐμὸν θεῖον πρὸς πατρός, ἕνεκεν τοῦ ἐμοῦ ἡμίσεως μέρους ἐκ πατρῴας μου κληρονομίας , εἴτε κινητῶν εἴτε ἀκινήτων καὶ αὐτοκινήτων, εἴτε ἐν δικαστηρίοις εἴτε καὶ ἐκτὸς δικαστηρίων. πάντα γὰρ τὰ παρὰ σοῦ ὑπὲρ ἐμοῦ πραττόμενα ἢ πραχθησόμενα ἐπὶ τούτῳ τῷ κεφαλαίῳκεφαλέῳ κύρια καὶ βέβαια ἡγήσομαι καὶ ἡγοῦμαι, ὅσα καὶ ἐμοὶκαμοικαμοῖοκἀμοιῶ τῷ παρόντι ἔξεστι, καὶἐξεσομένου σοι τὸ ἀνενόχλητονἀνηνόχλητον καὶ τὸ ἀζήμιον καὶ τὸ ἀβλαβὲς παραφυλάξωπαραφυλάξαιπαραφυλαι σοι περὶ τούτου κατὰ πάντα τρόπον. καὶ εἰς σὴν ἀσφάλειαν πεποίημαί σοι τοῦτο τὸ ἐντολιμαῖον γράμμα μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ Κόνωνος τοῦ προγεγραμμένου μου συμβίου καὶ τῶν νομίμων μαρτύρων· καὶ εἰς τὰ προγεγραμμένα πάντα ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρηλία Ἀθανασία θυγάτηρ Κύρου, ἡ προγεγραμμένη, ἐθέμην τοῦτο τὸ ἐντολιμαῖον γραμμάτιον πρὸς ἅπασι ὡς πρόκειται. Αὐρήλιος Ἰωάννης Ἀμμωνίου ἀπὸ Ἀντινόου, ἀξιωθεὶς, ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης. Φλάυϊος Κόνων Ἐπανακίου πραγματευτὴς ὁ προγεγραμμένος συναινῶ καὶ πείθομαιπείθομε τῇ ἐμῇ συμβίῳ Ἀθανασίᾳ τοῦτο τὸ ἐντολικὸν γράμμα ὡς πρόκειται Αὐρήλιος Φοιβάμμων Τιμοθέου, πραγματευτὴς ἀπὸ Λύκων, εὑρεθεὶςεὑρηθεὶς ἐν τῇ Ἀντινόου, μαρτυρῶ τῷ ἐντολιμαίῳ γράμματι, ἀκούσας παρὰ τῶν θεμένων. Ἀνδρέας Ζωίλου, πραγματευτὴς, διάγωνδιάγον ἐν τῇ Ἀντινόου, μαρτυρῶ τούτῳ τῷ ἐντο λιμαίῳἐντολιμέῳ γράμματι ἀκούσας παρὰ τῶν θεμένων. Στέφανος υἱὸς Συμεώνου, πραγματευτὴςπραγματευτὲς, διάγων ἐν τῇ Ἀντινόου, μαρτυρῶ τούτῳ τῷ ἐντολιμαίῳἐντολιμέῳ γράμματι ἀκούσας παρὰ τῶν θεμένων. διʼ ἐμοῦ Πεκυσίου συμβολαιογράφου ἐγράφη

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.