Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.muench.1.11

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος καὶ μεγίστου εὐεργέτου ἔτους πέμπτου καὶ ὑπατείας τοῦ αὐτοῦ δεσπότου ἡμῶν ἔτους τρίτου Φαῶφι δεκάτῃ τῆς πέμπτης ἰνδικτίονος ἐν Συήνῃ . Αὐρηλία Ταπία θυγάτηρ Τσίου ἐκ μητρὸς Μαριὰμ ἄνευ κυρίου αὐτῆς ἀνδρὸς χρηματίζουσα ὁρμωμένη ἀπὸ Συήνης ἡ καὶ ἑξῆς ὑπογραφέα παρέχουσα τὸν ὑπὲρ αὐτῆς ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς κατʼ ἐπιτροπὴν αὐτῆς προσμαρτυροῦντας τῇδε τῇ ἐγγράφῳ καὶ βεβαίᾳ πράσει · Φλαυίῳ Κυριακῷ υἱῷ Μηνᾶ στρατιώτῃ καβαλλαρίῳ ἀριθμοῦ Συήνης χαίρειν. ὁμολογῶ ἐγὼ ἡ προγεγραμ μένη Ταπία διὰ ταύτης μου τῆς ἐγγράφου πράσεως ἑκοῦσα καὶ πεπεισμένη ἄνευ παντὸς δόλου καὶ φόβου καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ κολακείαςκολακίας καὶ μηχανῆς καὶ πάσης κακονοίας καὶ κακοηθείας καὶ πανουργίας καὶ ἐλαττώματος παντός, ἑκουσίᾳ δὲ γνώμῃ καὶ ἀδόλῳ προ αιρέσει καὶ εἰλικρινεῖ συνειδήσει καὶ ὀρθῇ διανοίᾳ κατὰ τήνδε τὴν ἁπλῆν ἔγγραφον ἀσφάλειαν πεπρακέναι σοι σήμερον καὶ καταγεγραφηκέναι νόμῳ πράσεως καὶ αἰωνίᾳ κατοχῇ καὶ παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳ τὸ ὑπάρχον μοι ἥμισυ ὁλόκληρον μέρος οἰκίας, οἵας ἐστὶν διαθέσεως , ἀπὸ ἐδάφους ἕως ἀέρος, ἧςοὑ καὶ τὸ ἄλλο ἥμισυ μέρος ἀνήκει Ἰακώβου τοῦ ἀποιχομένου μου ἀνδρός, ἔτι μὴν καὶ συμπεπρακέναι σοι τὰ ὑπάρχοντά μοι ἡμίσους μέρη ἀπὸ τῶνταν ὅλων χρηστηρίων τοῦ τε προθύρου καὶ πυλῶνοςπυλονος καὶ πεσσοῦ καὶ αἰθρίων καὶ κλιβάνου ἁπαξαπλῶς πρὸς τὴν γεναμένην πρώην πρᾶσιν ἐπʼ ὀνόματός μου καὶ τοῦ ἀναπαυσαμένου ἀνδρὸς Ἰακώβου, διακειμένην τὴν αὐτὴν οἰκίαν ἐπὶ τὴν Συήνην περὶ τὸ νότινον μέρος τοῦ φρουρίου καὶ περὶ λαύραν τοῦ δημοσίου καμηλῶνος τῆς βασταγῆς Φιλῶν καὶ τῆς οἰκίας Ἀβρααμίου Παχυμίου. γείτονες δὲ τῆς ἁπάσης οἰκίας, ἀφʼ ἧς πέπρακά σοι αὐτὸ τὸ αἱροῦν μοι ἥμισυ μέρος ἀπὸ τοῦ κελλίου ἐν πρώτῃ στέγῃ νεύοντος εἰς βορρᾶν εἰς τὴν δημοσίαν ῥύμην καὶ ἀπὸ τοῦ ἐπάνω αὐτοῦ συμποσίουσυμποσιον ἐν δευτέρᾳ στέγῃ νεύοντος εἰς λίβα εἰς τὸ πλάτος τοῦ πεσσοῦ καὶ ἀπὸ τοῦ ὑποπεσσίουὑποπεσίου ἤτοι χρῆρε ἐν πρώτῃ στέγῃ καὶ ἀπὸ τοῦ νοτίνου συμποσίου ἐν τρίτῃ στέγῃ νεύοντος εἰς βορραν εἰς τὸ κοινὸν αἴθριον καὶ ἀπὸ τοῦ ἐπάνω αὐτοῦ ἀέρος ἕως ἀέρος καὶ ἀπὸ τοῦ ἀπηλιωτικοῦ μεγάλου δώματος ἕως ἀέρος καὶ τὸ ἥμισυ τῶν ἁπάντων χρηστηρίων ἀπὸ θεμελίων ἕως ἀέρος νότου ἡ τυφλὴ καὶ στενὴ ῥύμη καὶ ἡ οἰκία Ἀβραμίου Παχυμίου, βορρᾶ ἡ ῥύμη δημοσία, ἀπηλιώτου ἡ οἰκία Ἀβρααμίου Παχυμίου, λιβὸς ἡ οἰκία Ἀλλάμονος Πατεχνουμίου, οἷοι δʼ ἂν ὦσιὦσει γείτονες πάντη πάντοθεν, καθὼς καὶ ἐν στόματι ὑπηγόρευσα. καὶ οὐδὲν ἐμοὶ τὸ σύνολον ὑπολέλειπται ἄπρατον ἀπὸ τοῦ προδεδηλωμένουπροδεδηλουμένου ἡμίσους μέρους οἰκίας καὶ τῶν ἁπάντων χρηστηρίων ἀπὸ θεμελίων ἕως ἀέρος, περιελθὸν εἰς ἐμὲ ἀπὸ δικαίας ἀγορασίας παρὰ Ἰωάννου τοῦ καὶ Παπτσίουπαππιου καὶ ἐκείνουκἀκεἰνου ἀπὸ γονικῆς διαδοχῆς πρὸς τὴν δύναμιν τῆς παλαιᾶς πράσεως, τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης χρυσοῦ κεφαλαίου δοκίμου νομισμάτων πέντε ζυγῷ Συήνης, γίνεται χρυσοῦ νομίσματα ε ζυγῷ Συήνης, ἥνπερ τὴν τελείαν καὶ ἀξίαν τιμὴν αὐτόθι ἀπέσχηκαἀπεσχηκυια παρὰ σοῦ Κυριακοῦ τοῦ ὠνουμένου διὰ χειρὸς εἰς χεῖρά μου ἐξ οἴκου σου ἐπὶ τὴν Συήνην ἀριθμῷ καὶ σταθμῷ πλήρη ἐν τῇ ἐνεστώσῃ ἡμέρᾳ. καὶ βεβαιῶ σοι τὴν πρᾶσιν πάσῃ βεβαιώσει ἀπὸ παντὸς διὰ παντὸς τοῦ ἐπελευσομένου σοισου ἢ ἀντιποιησομένου. τὸν δὲ ἐπελευσόμενόν σοι ἢ ἀντιποιησόμενον ἐκστήσωἐκστησουσα ἐγὼ ἡ πεπρακυῖα καὶ καθαροποιήσω σοι ἰδίοις μου ἀναλώμασι καὶ δαπανήμασι καὶ τὸν περὶ πράσεώς τε καὶ βεβαιώ σεως νόμον πρὸς τῷ σὲ Φλαύιον Κυριακὸν τὸν πριάμενον ἀπεντεῦθεν κυριεύειν καὶ δεσπόζειν καὶ διοικεῖν καὶ οἰκονομεῖν καὶ οἰκοδομεῖν καὶ πωλεῖν καὶ χαρίζεσθαι καὶ μεταπωλεῖν καὶ ἀλλαγὰς ποιεῖν καὶ τέκνοις καὶ ἐγγόνοις καταλεῖψαι καὶ πάντα περὶ αὐτοῦ ποιεῖν τε καὶ πράττειν ἀκωλύτως τε καὶ ἀνεμποδίστως, καὶ μὴ ἐγκαλεῖν σοι μήτε ἐγκαλέσειν μηδʼ ἕτερόν τινα τῶν ἐξ ἐμοῦ ὀνόματος ἐν τῷ νῦν καὶ ἐν μηδενὶ καιρῷ κατὰ μηδένα τρόπον ἀφορμῇἀφορμην μηδεμιᾷ, μηδενὸς δὲ τῶν κληρονόμων μου ἢ τέκνων ἢ ἐγγόνων ἢ τῶν τῷ γένει μου ἀγχιστευόντων πρὸς πατρὸς ἢ πρὸς μητρὸς δυνησομένου ἐνάγειν σοι ἢ ἐγκαλεῖν ἢ δίαιταν κινῆσαι κατὰ σοῦ ταύτης ἕνεκεν τῆς ὑποθέσεως , τὸν δὲ τολμήσοντατολμήσαντα ἐγκαλεῖν σοι ἢ ἀντιποιεῖνἀντιπεῖν σοι ἢ παραβῆναι ἢ παρασαλεῦσαι ταύτην τὴν πρᾶσιν μηδὲν μὲν ὠφελήσεινὠφελησειεν, παρέξεινπαρέξει δὲ λόγῳ προστίμου παραβάσεως τὴν προγεγραμμένην τιμὴν ἐν διπλῷ καὶ μηδὲν ἰσχύειν κατὰ τῶν ἐγγεγραμμένων ταύτῃ τῇ πράσει, ἀλλὰ πρὸς τῷ αὐτὸν ἄκοντα ἐμμένειν αὐτῇ ὡς ἐν δημοσίῳ ἀρχείῳ γεγενημένῃ διὰ τὸ ἐμὲἐμοὶ ἀνάγκης μὴ ἐπικειμένης ἢ βίας ἢ ἀπάτηςτης ἢ δόλου τινός, ἀλλὰ διὰ τὸ ἐμοὶ οὕτω δεδόχθαι πεπρακέναι σοι τὸ προκείμενον ἥμισυ μέρος οἰκίας καὶ τὸ ἥμισυ ἀπὸ τῶν συγκυρούντωνσυγκηρούντων χρηστηρίων, καὶ ἀπεσχηκέναι με παρὰ σοῦ τὴν τελείαν καὶ ἐγκειμένην τιμὴν ἐν χρυσοῦ νομισματίοις πέντε ζυγῷ Συήνης καὶ ταύτην ἐκθέσθαι σοι τὴν πρᾶσιν πρὸς ἀσφάλειαν κυρίαν οὖσαν καὶ βεβαίαν καὶ ἀρραγῆ καὶ ἀσάλευτον καὶ ἔννομον ἁπανταχοῦ προφερομένην καὶ ἐμφανιζομένην μεθʼ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος κατʼ ἐμὴν ἀξίωσιν, καὶ ἐπερωτηθεῖσα κατὰ πρόσωπον ὡμολόγησα καὶ ἀπέλυσα . Αὐρηλία Ταπία θυγάτηρ Τσίου ἐκ μητρὸς Μαριὰμ ἀπὸ Συήνης ἡ προκειμένη πέπρακα τὸ ὑπάρχον μοι ἥμισυ μέρος ὁλόκληρον οἰκίας ἀπὸ ἐδάφους ἄχρι ἀέρος σὺν παντὶ αὐτοῦ τῷ δικαίῳ καὶ ἀπέσχον παρὰ σοῦ τὴν προγεγραμμένην τελείαν τιμὴν ἐν νομισματίοις πέντε ζυγῷ Συήνης, καὶ βεβαιώσω σοι ταύτην τὴν πρᾶσιν πάσῃ βεβαιώσει καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Φλαύιος Θεόδωρος Ἀβρααμίου στρατιώτης ἀριθμοῦ Συήνης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίης . Φλαύιος Ἀβραὰμ Μουσαίου στρατιώτης λεγεῶνος Συήνης μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ Ταπίας τῆς καὶ θεμένης. Φλαύιος Κόμες Ἰσὰκ στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῆς θεμένης . Ἴσακος ΤαείονοςΠαείονος ἀρχιδιάκονος τῆς ἁγίας Μαρίας Συήνης μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῆςτου θεμένης . Φλαύιος Ἄπα Δῖος ΠραιποσίτουΠραιποσιτος στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῆς θεμένης . Φλαύιος Κῦρος ἔκδικος Ἀπόλλωνος εὑρεθεὶς ἐν Συήνῃ μαρτυρῶ ταύτῃ τῇ πράσει αἰτηθεὶς παρὰ τῆς θεμένης . διʼ ἐμοῦ Μάρκου Ἄπα Δίου ἐγράφη. πρᾶσις ἥμισυ μέρους οἰκίας ἀπὸ θεμελίων ἕως ἀέρος πραθέντος παρὰ Ταπίας θυγατρὸς Τσίου μητρὸς Μαριὰμ χηρευούσηςχηρεούσης ἀπὸ Συήνης τιμῆς χρυσοῦ νομισματίων ε ζυγῷ Συήνης.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.