Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.3.1044

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

προσκυρωθείσης αποπρατου vestiges ὁλοκλήρου οἰκίας διακειμένης ἐπὶ τῆς προειρημένης Ἑρμουπολιτῶν ἐπʼ ἀμφόδου Πόλεως Ἀπηλιώτου εἰς ἀσφάλειαν χρυσοῦ νομισματίων ἑκατὸν ἐνενήκοντα γείτονεςγείτονος τῆς αὐτῆς οἰκίας νότου δημοσία ῥύμη διʼ ἧς ἡ εἴσοδος καὶ ἔξοδος διὰ τοῦ στάβλου τοῦ ἐν τῇ αὐτῇ οἰκίᾳ, βορρᾶ ἄλλη δημοσία ῥύμη, ἀπηλιώτου οἰκία Ἀφοῦτος τέκτονος καὶ οἰκία Φοιβάμμωνος εὐλαβεστάτου ὑποδιακόνου, λιβὸς ἄλλη δημοσία ῥύμη διʼ ἧς ἡ εἴσοδος καὶ ἔξοδος διὰ τῆς αὐθεντικῆς θύρας τῆς αὐτῆς οἰκίας ἢ οἷοι ἂν ὦσι γείτονες πάντῃ πάντοθεν φυλάξασα ἐμαυτῇ ἐφʼ ἅπαντα τὸν χρόνον τῆς ἐμῆς ζωῆς τὸν τοῦ προγεγραμμένου μέρους τῶν προδηλωθέντων πραγμάτων οὐσούφρουκτον ἐφʼ ᾧ τε μετὰ τὴν ἐμὴν τελευτὴν καὶ τοῦτον τὸν οὐσούφρουκτον ἐπαναδραμεῖν ἐπὶ τὴν νῦν προσκυρωθεῖσάν σοι παρʼ ἐμοῦ δεσποτείαν τε καὶ νομὴν ἐπὶ τῷ δὲ σὲ τὸν αὐτόν μου ποθεινότατον υἱὸν Ἀσυγκρίτιον ἔχειν ὡς προ γέγραπται τὴν δεσποτείαν καὶ τὴν νομὴν τοῦ αὐτοῦ μέρους τῶν προδηλωθέντων ἀκινήτων πραγμάτων μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου, ἅμα δὲ τῇ ἐμῇ τελευτῇ ἔχειν καὶ τὸν τούτου οὐσούφρουκτον ἤτοι χρῆσιν καὶ ἐπικαρπίαν καὶ χρήσασθαι τὸ τηνικαῦτα τούτῳ καὶ οἰκονομεῖν καὶ διοικεῖν περὶ αὐτοῦ οἵῳ τρόπῳ ἂν βουληθῇς καὶ φιλοκαλεῖν καὶ βελτιοῦν καὶ εἰς ἣν ἂν βουληθῇς νεμ ους τε καὶ ὑδροπαρόχους καὶ ἀμπελ οι σὺν αὐτῷ μίσθωσίν σοι τοῦ προγεγραμ μένου μέρους τῶν αὐτῶν πραγμάτων μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου ασθαι σε εἰς νομὴν καὶ δεσποτείαν vestiges ταξαι ὑπʼ ἐμοῦ ἐπὶ πάντα τὸν χρόνον τῆς ἐμῆς ζωῆς καὶ μετὰ τὴν ἐμὴν τελευτὴν ἐπὶ σὲ καταβαλεῖν καθʼ ἕκαστον ἔτος τὴν παντοίαν πρόσοδον τοῦ αὐτοῦ μέρους τῶν αὐτῶν πραγμάτων ἐπὶ τὸ διηνεκὲς καὶ εἰς τοῦτο ἐπερωτη θεῖσα ὡμολόγησα. Αὐρηλία Ἀφθονία Ταυρίνου ἡ προγεγραμμένηπρογεγραμένη ἐθέμην ταύτην τὴν δωρεὰν τοῦ προγεγραμμένουπρογεγραμένου μέρους τῶν προδηλωθέντωνπροτηλευθέντων παντοίων πραγμάτων μετὰ παντὸς αὐτοῦ τοῦ δικαίου σοὶ τῷ προγεγραμμένῳ μου υἱῷ Ἀσυγκριτίῳ καὶ πείθομαιπίθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις. Αὐρήλιος Ἀνοῦθις Ἰωσηφίου διάκονος ἀπὸ Ἑρμουπόλεως καὶ ἰατρὸς ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίας. Ταυρῖνος Σωσθένους διάκονος ἀπὸ Ἑρμουπόλεως ἐλάχιστος μαρτυρῶ τῇ δωρεᾷ ἀκούσας παρὰ τῆς δωρησαμένης. Ἰωάννης Θεοφάνους πρεσβύτερος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ δωρεᾷ ἀκούσας παρὰ τῆς δωρησαμένης. Αὐρήλιος Θεοδόσιος Νεχῦτος ἀπὸ Ἑρμουπόλεως μαρτυρῶ τῇ δωρεᾷ ἀκούσας παρὰ τῆς δωρησαμένης Φλάυιος Ἑρμείας ἰατρὸς υἱὸς τοῦ τῆς λαμπρᾶς μνήμης Ἀκακίου μαρτυρῶ τῇ δωρεᾷ ἀκούσας παρὰ τῆς δωρησαμένης. ΦλάυιοςΦλάυιος Οὐλόκομος Ταυρίνου μαρτυρῶ τῇ δωρεᾷ ἀκούσας παρὰ τῆς δωρησαμένης. διʼ ἐμοῦ Ἑρμείου ἐγράφη

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.