Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.michael.42a
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
συντελεστ υἱοῦ Βησαρίωνος ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης χαίρειν. ὁμολογοῦμεν διὰ ταύτης ἡμῶν τῆς ἐγγράφου ὑποθήκης ὀφείλειν καὶ χρεωστεῖν τῇ σῇ εὐγενείᾳ ὑπὲρ τῶν συμπεφωνημένων παρʼ ἡμῶν νομίμων σου ἕδνων πρὸ γάμων μείξεως χρυσοῦ νομισμάτια τριάκοντα εὔσταθμα δελταρίῳ ἐν κοσιμίαις, γίνεται χρυσοῦ νομισμάτια λ εὔσταθμα δελταρίῳ ἐν κοσιμίαις· πρὸς δὲ τὴν τοῦ προγεγραμμένου χρυσίου πίστιν τε καὶ ἀσφάλειαν καθʼ ἅπαντα ἐντεῦθεν ὑποτιθέμεθά σοι λόγῳ ἐνεχύρου καὶ ὑποθήκης δικαίῳ ἀρούρας δέκα ἀπὸ ἑξήκοντα τεσσάρων ἀμμάτων ἑκάστης ἀρούρης τῷ δημοσίῳ σχοινίῳ ὅπου θέλεις ἀπὸ τοῦ σὺν Θεῷ κληρωθέντος ὁλοκλήρου μέρους παρὰ τοῦ αὐτοῦ προειρημένου ἡμῶν υἱοῦ Βησαρίονος ἀπὸ τῶν ὑπαρχόντων ἡμῖν κτημάτων τε καὶ γεωργίων διακειμένων ἐν τῇ πεδιάδι τῆς αὐτῆς κώμης Ἀφροδίτης ἐν διαφόροις κλήροις, σὺν ἀναλογοῦντι μέρει τῶν αὐτῶν δέκα ἀρουρῶν τῶν ὑδρευμάτων πηγαίων τε καὶ ἀναβατικῶν καὶ μονῶν καὶ φοινίκων καὶ φυτῶν ἐγκάρπων τε καὶ ἀκάρπων, μετὰ καὶ τῆς συντελείας αὐτῶν πρὸς ἀναλογίανἀνηλογίαν ἀκολούθως τῇ δυνάμει τοῦ δημοσίου κώδικος Ἰωάννου τοῦ τῆς λογίας μνήμης ἀπογενομένου σχολαστικοῦ καὶ κηνσίτορος· πρὸς τό σε ἐντεῦθεν ἤδη ἔχειν τὴν πᾶσαν τούτων δεσποτείαν καὶ ἐξουσίαν καὶ αὐθεντίαναὐθεντείαν καὶ οἰκεῖν καὶ διοικεῖν καὶ οἰκονομεῖν, καὶ εἶναι ὑπό σε τὴν τούτων νομήν, ἄχρι ἀποδόσεωςἀποδώσεως καὶ συμπληρώσεως παντὸς τοῦ προ γεγραμμένου χρυσίου τῶν αὐτῶν τριάκοντα νομισμάτων εὐστάθμων δελταρίῳ ἐν ἐνεχύροις· καὶ ἑτοίμως ἔχομεν φυλάξαι τῇ σῇ εὐγενείᾳ τὴν τούτων καθαρὰν νομὴν ἀνεπίδάνιστον καὶ ἄπρατονἀνεπιπρατον καὶ ἀνυπόθετον ἑτέρῳ ἀνδρὶ ἄχρι ἐπίλυσεως τούτου τοῦ χρέους· καὶ εἰς σὴν ἀσφάλειαν ταύτην τὴν ὑποθήκην κατεθέμεθά σοι κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ προφερομένην, μεθʼ ὑπογραφῆς ἐμῆς Ἰακυβίου καὶ τοῦ ὑπὲρ Εἰρήνης γαμετῆς αὐτοῦ ὑπογράφοντος καὶ τῶν ἑξῆς συνηθῶν κατὰ παράκλησιν ἡμῶν μαρτυρησάντων μαρτύρων. καὶ ἐφʼ ἅπαντα ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιος Ἰακὼβ ΦοιβάμμωνοςΦοβάμμωνος ὁ προκείμενος ἐθέμην ταύτην τὴν ὑποθήκην τῶν τριάκοντα νομισμάτων, καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται. Αὐρηλία Τιρήνη ΒησαρίονοςΒησάριον ἡ προκειμένη ἐθέμην ταύτηνταυτη τὴν ὑποθήκην τῶν τριάκοντα νομισμάτων, καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμέναἐγγεγραμενων ὡς πρόκειται· Διόσκορος Ἰωσηφίου πρεσβύτερος ἀξιωθεὶςἀξιωθὶς ἔγραψα ὑπὲρ αὐ τῆς γράμματαγράματα μὴ εἰδυίαςἰτίας. Αὐρήλιος Βησαρίον Ἰακυβίου υἱὸς τῶν προκειμένων Ἰακυβίου καὶ Εἰρήνης ὁ προκείμενος ἐθέμην ταύτην τὴν ὑποθήκην τῶν τριάκοντα νομισμάτων, καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα ὡς πρόκειται Αὐρήλιος Ἐνὼχ Ἡρακλείου μαρτυρῶ τῇ ὑποθήκῃὑποθηακῃ ἀκού σας παρὰ τῶν θεμένων. Αὐρήλιος Παλοῦς Ἰωάννου μαρτυρῶ τῇ ὑπο θήκῃ ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος Ἰερημίας Ποννίτος μαρτυρῶ τῇ ὑποθήκῃ ἀκούσας παρὰ τῶν θεμένων. Φοιβάμμων Ἐνὼχ ἀναγνώστου μαρτυρῶ τῇ ὑποθήκῃ ἀκούσας παρὰ τῶν θεμένων. Αὐρήλιος Ἰωσήφις Ἰωάννου μαρτυρῶ τῇ ὑποθήκῃ ἀκούσας παρὰ τῶν θεμένων. διʼ ἐμοῦ Πιλάτου συμβολαιογράφου ἐγράφηCross-references (3)
- TM-Text 21417 primary
- DDbDP-Text p.michael;;42a tier-1
- HGV-Text 21417a tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.