Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.mich.13.664

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Αὐρηλία Ἰουδὶθ θυγάτηρ Ἰωάννου μητρὸς ἀπὸ κώμης Ἀφροδίτης τοῦ Ἀνταιοπολίτου νομοῦ Αὐρηλίῳ Χριστοφόρῳ υἱῷ Ἀπολλῶτος τῷ θαυμασιωτάτῳ συντελεστῇ ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης χαίρειν. ὁμολογῶ ἐγὼ ἡ προγεγραμμένη Ἰουδὶθ θυγάτηρ Ἰωάννου διὰ ταύτης μου τῆς πράσεως ἑκουσίᾳ γνώμῃ καὶ αὐθαιρέτῳ βουλήσει καὶ ἀμετανοήτῳ προαιρέσει καὶ ἀμεταβλήτῳ καὶ ἀμετατρέπτῳ λογισμῷ ὀρθῇ τῇ διανοίᾳ καὶ ὀμνύουσα τόν τε παντοκράτορα θεὸν καὶ τὴν νίκην καὶ σωτηρίαν τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαουίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος πεπρακέναι σοι τῷ προειρημένῳ Χριστοφόρῳ υἱῷ Ἀπολλῶτος τῷ θαυμασιωτάτῳθαυμασιωτατη συντελεστῇ καὶ καταγεγραφηκέναι σοι καὶ παρακεχωρηκέναι καὶ ἐκκεχωρηκέναι σοι ἀπὸ τοῦ νῦν ἐπὶ τὸν ἀεὶ ἑξῆς ἅπαντα καὶ διηνεκῆδηνεκῆ χρόνον πληρεστάτῳ παντὶ δεσποτικῷ δικαιῷ τὸ ὑπάρχον μοι καὶ ἐλθὸν εἰς ἐμὲ κατʼ ἔγγραφον πρᾶσιν παρὰ Κυριακοῦ τοῦ ἐμοῦ υἱοῦ ἐλθόντος εἰςεια αὐτὸναὐτο ἀπὸ δικαίας κληρονομίας τοῦ ἀναπαυσαμένου αὐτοῦ πατρὸς Κολλούθου ΕὐάνδρουΕὐουανδρος ἕβδομον αὐτοῦ μέρος τοῦ ληγάτουληγάδου τοῦ σιτομετρικοῦ μοδίου τῆς αἰσίας ἐμβολῆς τῶν ἑκατὸν μοδίων σίτου ξυστῷ τιμῆς τῆς πρὸς ἀλλήλους συμπεφωνημένης καὶ συναρεσάσης τελείας καὶ ἀξίας χρυσοῦ δεσποτικῶν δοκιμῶν νομισματίων δύο τὸν ἀριθμὸν ἑκάστου παρὰ κερατίου ἑνὸς τῷ χρυσοχοικῷ σταθμῷ τῆς αὐτῆς κώμης Ἀφροδίτης, γίνεται χρυσοῦ νομισμάτια β παρὰ κεράτια β, ἅπερ ταῦτα τῆς τιμῆς χρύσινα ἀπείληφα ἐγὼ ἡ ἀποδομένη Ἰουδὶθ Ἰωάννου παρὰ σοῦ τοῦ ἐωνημένου Χριστοφόρου Ἀπολλῶτος διὰ χειρός σου εἰς χεῖράς μου ἐπʼ ὄψεσι τῶν ἑξῆς ὑπογραφόντων νομίμωννοοιμων μαρτύρων εἰς τὸ ἀπὸ τοῦ νῦν ἐπὶ τὸ διηνεκὲς ἀριθμῷ σταθμῷ πλήρη ἅμα τῇ πράσει γενομένῃ, ἐφʼ ᾗ τιμῇ καὶ πεπεισμένη πρὸς τὸ ἐντεῦθέν σε τὸν αὐτὸνἀτουαυου πριάμενον Χριστόφορον Ἀπολλῶτος συντελεστὴν κρατεῖν καὶ κυριεύειν καὶ δεσπόζειν τοῦ προλεχθέντος ὁλοκλήρου ἑβδόμου μέρους τοῦ αὐτοῦ ληγάτουληγάδου τοῦ αὐτοῦ σιτομετρικοῦ μοδίου τῆς αὐτῆς αἰσίας ἐμβολῆς πρὸς τὴν δύναμιν τῶν ἡμῶν ἐγγράφων δικαίων τῶν χαρτίων καθὰ προεῖπον, οὗο τὴν νομὴν καὶ τὴν δεσποτείαν ἐντεῦθέν σοι παραδέδωκα καὶ διοικεῖν τε καὶ οἰκονομεῖν περὶ αὐτοῦ καὶ παραπέμπειν ἐπὶ κληρονόμους ἰδίους καὶ διαδόχους καὶ διακατόχους καὶ χρήσασθαι καὶ νέμεσθαι κατὰ τὸν δοκοῦντά σοι κυριευτικὸν τρόπον ἀκωλύτως καὶ ἀνεμποδίστως ἀρξαμένῳἀρξαμενη ἀπὸ κανόνος τῆς σὺν θεῷ τετάρτης ἰνδικτίονος καὶ αὐτῆς καὶ τοῦ ἑξῆς χρόνου διὰ παντὸς εἰς τὸ παντελὲς μηδενός σοι ἀντιποιουμένου ἢ ἀντιποιησομένου τῶν μετʼ ἐμὲ κληρωνόμων ἢ συνκληρονόμων ἢ τῶν ἐκ γένους μοι ἀνηκόντων ἢ ἀγχιστευόντων, καὶ τὸν ἐπελευσόμενον εἴς σε τοῦ λοιποῦ περὶ τούτου ἐγὼ αὐτὸν ἀποτρέψω ἀπὸ σου ἰδίοις μου ἀναλώμασι καὶ δαπανήμασι καὶ βεβαιώσω σοι πάσῃ βεβαιώσει ἀπὸ παντὸς καὶ διὰ παντὸς τοῦ ἐπελευσομένου παντὶ καιρῷ ἐπάναγκες. εἰ δὲ καὶ ἧττον φροντίζω τῆς βεβαιώσεως τριπλασίως τὸ τίμημα ἀποδώσω μετὰ καὶ τοῦ διαφέροντος καὶ ἀναλώματος πρὸς τῷ βεβαίαν εἶναι καὶ ἰσχυρὰν ταύτην τὴν πρᾶσιν πανταχοῦ προφερομένην ἥνπερ ἁπλῆν γραφεῖσαν ἑκοῦσα καὶ πεπεισμένη ἐθέμην σοι ἄνευ βίας καὶ ἀνάγκης καὶ ἀπάτης καὶ πλάνης πάσης καὶ φόβου καὶ δόλου τινὸς ἐν δημοσίῳ ἀρχείῳ καὶ κατὰ νόμους τετελειωμένην μεθʼεθ ὑπογραφῆς τοῦ ὑπὲρ ἐμοῦ ὑπογράφοντος καὶ τῶν ἑξῆς συνηθῶν μαρτύρων ἐξεδόμην σοι πρὸς ἀσφάλειαν εἰς πάντα τὰ ἐγγεγραμμένα καὶ εἰς τὴν βεβαίωσιν καὶ καθαροποίησιν ταύτης τῆς πράσεως ὑποκειμένων σοι εἰς τοῦτο πάντων μοῦ τῶν ὑπαρχόντων καὶ ὑπαρξόντων πραγμάτων κινητῶν τε καὶ ἀκινήτων καὶ αὐτοκινήτων γενικῶς καὶ ἰδικῶς ἐνεχύρου λόγῳ καὶ ὑποθήκης δικαίῳ καθάπερ ἐκ δίκης, καὶ πρὸς πάντα τὰ ἐγγεγραμμένα ἐπερωτηθεῖσα ταῦθʼ οὕτως ἔχειν δώσεινδόσειν ποιεῖν φυλάττειν ὡμολόγησα . Αὐρηλία Ἰουδὶθ Ἰωάννου ἡ προκειμένη ἐθέμηνἐθέμεν ταύτην τὴν πρᾶσινπρασειπρησει καὶ ἀπέσχηκαἀπεσχυια τὴν προκειμένην τιμὴν ἐν νομισματίοις δυσὶτυσι καὶ βεβαιώσωβαβαισω σοι πάσῃ βεβαιώσειβεβαιώσοι καὶ στοιχεῖ μοι πάντα τὰ ἐγγεγραμμένα καὶ ὤμοσαὄμασα τὸν θεῖονθῖον ὅρκον ὡς πρόκειται. Δαυεὶτ Ἀνδρέου σὺν θεῷ πρεσβύτερος ἔγραψα ὑπὲρἡπὲρ αὐτῆς ἀξιωθείςἀξειωθείς Αὐρήλιος Θεόδωρος Παύλου ἰατρὸς μαρτυρῶμαρτηρῶ τῇ πράσει ἀκούσας παρὰ τῆς θεμένης, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίουχρυσείου τῶν δύο νομισματίων τῆς τιμῆς . Σενούθης Ἀπολλῶτος ἐλάχιστος πρεσβύτερος μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῆς θεμένης, μαρτυρῶ δὲ καὶααι τῇ καταβολῇ τοῦ χρυσίου τῶν δύο νομισμάτων τῆς τιμῆς . Αὐρήλιος Κυριακὸς υἱὸςυι τῆς προκειμένης Ἰουδὶθ συνῄνεκασυναινε καὶ πέπεισμαιπέπησμαι ταύτῃ τῇ πράσει ω ὡς πρόκειται . Συντήριχος Πανυμφίου πρεσβύτερος μαρτυρῶ τῇ πράσει ἀκούσας παρὰ τῆς θεμένης, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῶν δύοτυο νομισμάτων τῆς τιμῆς . διʼ ἐμοῦ Κωνσταντίνου σὺν θεῷ ταβελλίωνος ἐγράφη

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.