Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.muench.1.7
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
χμγ βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους πρώτου Παῦνι εἰκὰς ἐνάτῃεἰκασενάτῃ δευτέρας ἰνδικτίονος ἐν Ἀντινόου πόλει τῇ λαμπροτάτῃ . τάσδε τὰς ἀντισυγγράφους διαλύσεις τίθενται καὶ ποιοῦνται πρὸς ἀλλήλους ἑκόντες καὶ πεπεισμένοι πάσης ἀπάτης καὶ βίας χωρὶς ἐκ μὲν τοῦ ἑνὸς μέρους Αὐρήλιος Ἰωάννης υἱὸς Ἰακυβίου μητρὸς Ταπίας στρατιώτης ἀριθμοῦ Συήνης, ἐκ δὲ θατέρου Αὐρήλιος Πατερμοῦθις υἱὸς Μηνᾶ μητρὸς Τσίας ναύτης ἀπὸ τῆς αὐτῆς Συηνιτῶν πόλεως ποιούμενος τοὺς λόγους καὶ κυρίως πράττων καὶ διαλυόμενος ἰδίᾳ αὐθεντίᾳ ὑπέρ τε ἑαυτοῦ καὶ ὑπὲρ Κακῶτος τῆς εὐγενεστάτης, αὐτοῦ μὲν συμβίου, ἀδελφῆς δὲ τοῦ προγεγραμμένου Ἰωάννου, ἀμφότεροι τὸ νῦν διάγοντες ἐνταῦθα ἐπὶ τῆς Ἀντινοέων. καὶ ἔστιν ὡς ὑποτέτακται. Ἰάκυβις ὁ νῦν ἐν μακαρίᾳ τῇ μνήμῃ, πατὴρ μὲν τοῦ προγεγραμμένου Ἰωάννου, πενθερὸςπενθερου δὲ τοῦ προγεγραμμένου Πατερμουθίου, τὸν βίον ἀπέλιπενἀπέλειπεν ἐπὶ Ἰωάννῃ καὶ Κακῶτι τοῖς προ ρηθεῖσιν αὐτοῦ τέκνοις τε καὶ κληρονόμοις. καὶ μετὰ τὴν αὐτοῦ τελευτὴν διεμερίσαντο εἰς ἑαυτοὺς πάντα τὰ κατα λειφθέντα αὐτοῖς παντοῖα πράγματα ἀπὸ τιμίου μέχρι ἐλαχίστου εἴδους ἀνὰ τὸ ἥμισυ μέρος παρὲξ ἀσφαλειῶν διαφόρων προσώπων χρεωστουμένων τῷ μακαριωτάτῳ αὐτῶν πατρί, καὶ περὶ ὧν ἔδοξεν, ὥστε τὰς αὐτὰς ἀσφαλείας εἶναι ἀνὰ μέσον αὐτῶν ἄχρι τῆς τούτων ἐξανύσεως καὶ τὸ ἀνυόμενον ἐξ αὐτῶν χρυσίον διαμερισθῆναι εἰς ἑαυτοὺς ἀνὰ τὸ ἥμισυ μέρος. καὶ τούτων οὕτω γενομένων ὁ προειρημένος Ἰωάννης ἐνήγαγεν τῷ προγεγραμμένῳ Πατερμουθίῳ περὶ μέρους οἰκίας περιελθόντος εἰς αὐτὸν ἀπὸ ἀγοραστικοῦ δικαίου παρὰ Ἰσακίου καὶ Τσώνη, ἔτι μὴν καὶ περὶ ἡμίσεως μέρους πλοίου ἀγορασθέντοςἀγορασθεν παρὰ Ἰακυβίου τοῦ μακαριωτάτου αὐτοῦ πενθεροῦ. καὶ πολλῶν εἰρημένων μεταξὺ αὐτῶν περὶ τούτου τέλος κατὰ μεσιτείαν τινῶν φίλων ἔδοξεν, ὥστε Ἰωάννην μὲν ἔχειν τέταρτον μέρος ἐκ τοῦ ἀγορασθέντος ἡμίσεως μέρους ἐκ τοῦ αὐτοῦ πλοίου, παρὰ ἔχειν δὲ αὐτὸν καὶ ὑπὲρ τῆς κληρονομίας τοῦ πατρὸς αὐτοῦ τέταρτον μέρος, Πατερμοῦθιν δὲ καὶ Κακῶτιν τὸ ἄλλο ἥμισυ μέρος τοῦ αὐτοῦ πλοίου, ἔτι μὴν καὶ ἅπαν τὸ ἀγορασθὲν παρʼ αὐτῶν μέρος οἰκίας πρὸς τὴν δύναμιν τῆς πράσεως αὐτοῦ. καὶ τῆς τοιαύτης μεσιτείας ἤτοι ἀπαλλαγῆς ἐνέχειν συναρεσάσης ἑκατέρῳ αὐτῶν μέρει, εἰκότως ἐδέησεν γενέσθαι παρʼ αὐτῶν τὰς παρούσας γενικὰς καὶ περιεκτικὰς διαλύσεις, διʼ ὧν ὁμολογοῦσιν καὶ ὁμολογεῖ ἑκάτερον αὐτῶν μέρος πρωτοτύπως μὲν ἐσχηκέναι καὶ ἀπειληφέναι ἐκ πλήρους ἅπαν τὸ ἐπιλαχὸν ἑκατέρῳ αὐτῶν μέρει ἔκ τε τῆς κληρονομίας Ἰακυβίου τοῦ μακαριωτάτου καὶ ἐκ τοῦ αὐτοῦ πλοίου καὶ τῆς αὐτῆς οἰκίας πρὸς τὴν ἀνωτέραν διήγησιν, ἔπειτα δὲ μηδένα λόγον ἔχειν μήτε ἕξειν ἑκάτερον αὐτῶν μέρος πρὸς τὸ ἕτερον χάριν τῆς καταλειφθείσης παρὰ τοῦ αὐτοῦ μακαριωτάτου Ἰακυβίου καὶ τοῦ αὐτοῦ πλοίου καὶ τοῦ μέρους τῆς οἰκίας διὰ τὸ τὸ ἱκανὸν ἐν ἅπασι γεγενῆσθαι τῷ ἑτέρῳ μέρει παρὰ τοῦ ἑτέρου μέρους ἔδοξεν δὲ ὥστε τὸν προγεγραμμένον Ἰωάννην ἅμα ἐν τῇ αὐτοῦ ἀνόδῳ ἐπὶ τὴν αὐτοῦ πόλιν ἀναδοῦναι τῷ προγεγραμμένῳ Πατερμουθίῳ τὴν γεγενημένην παρʼ αὐτοῦ εἰς τὸν αὐτὸν Ἰάκυβιν πρᾶσιν τοῦ μέρους τῆς αὐτῆς οἰκίας, ἤγουν ἄκυρον αὐτὴν εἶναι καὶ ἕωλον καὶ ἀνίσχυρον παρά τε τοῦ αὐτοῦ Ἰακυβίου καὶ παρʼ οἱουδήποτε προσώπου πανταχοῦ προφερομένην καὶ τοῦ λοιποῦ μὴ ἐγκαλεῖν ἀλλήλοις μήτε ἐγκαλέσειν πώποτε μὴ διʼ ἑαυτῶν μὴ διὰ κληρονόμων αὐτῶν ἢ διαδόχων ἢ διακατόχων μὴ διὰ παρενθέτου ἢ μέσου οἱουδήποτε προσώπου μήτʼμη ἐν δικαστηρίῳ ἢ ὑπερορίῳ ἢ ἐκτὸς δικαστηρίου ταύτης ἕνεκεν τῆς ὑποθέσεως καὶ ἑτέρας οἱασδήποτε αἰτίας χρηματικῆς τε καὶ ἐγκληματικῆς. καὶ ὅτι πάντα τὰ προγεγραμμένα φυλάξουσιν οἱ ἀφʼ ἑκατέρου μέρους ἐπωμόσαντο τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυίου Τιβερίου Μαυρικίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος. εἰ δὲ καθʼ οἱονδήποτε τρόπον ἑκάτερον αὐτῶν μέρος παραβῆναι πάντα τὰ ἐγγεγραμμένα καὶ ὑπεναντίον τούτων ἐλθεῖν, οὐδὲν μὲν ὠφεληθήσεται ἐκ τοῦ ἐπιχειρήματος τῆς παραβάσεως, ὁμολογεῖ δὲ τὸ παραβαῖνον μέρος διδόναι τῷ ἐμμένοντι μέρει λόγῳ ποινῆς χρυσοῦ νομισμάτια δώδεκα ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα μετὰ τοῦ καὶ οὕτως ἐρρῶσθαι ταύτας τὰς διαλύσεις διὰ παντός. μὴ δύνασθαι δὲ τὸν αὐτὸν Ἰωάννην ἐνάγειν τῷ αὐτῷ Πατερμουθίῳ περὶ τῆς χρυσέας μανιάκης Ἑλένης τῆς θυγατρὸς αὐτοῦ, ἀλλὰ ταύτην ἔχειν δεσποτικῷ δικαίῳ ἐπὶ τὸ διηνεκές. προσομολογῶ ἐγὼ ὁ προγεγραμμένος Πατερμοῦθις, ποιούμενος μὲν τοὺς λόγους καὶ κυρίως πράττων ὑπέρ τε ἑμαυτοῦἑαυτοῦ καὶ ὑπὲρ Κακῶτος τῆς αὐτοῦ συμβίου, ἑτοίμως δὲ ἔχειν ἰδίῳ μου κινδύνῳ καὶ πόρῳ τῆς παντοίας μου ὑποστάσεως παρασκευάσαι τὴν αὐτοῦ ἐλευθέραν στέργειν καὶ ἐμμένειν διηνεκῶς τῇ δυνάμει τῶν παρουσῶν διαλύσεων καὶ μηδὲν παρασαλεύειν ἐξ αὐτῶν τὸ σύνολον. καὶ πρὸς πάντα τὰ προγεγραμμένα καὶ πρὸς ἕκαστον αὐτῶν μέρος τε καὶ κεφάλαιον ἐπερωτηθέντες ταῦθʼ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν πληροῦν ἐμμένειν ὡμολόγησαν σημεῖονἀμὴν Ἰωάννης στρατιώτης ἀριθμοῦ Συήνης Αὐρήλιος Ἰωάννης Ἰακυβίου στρατιώτης ἀριθμοῦ Συήνης ὁ προγεγραμμένος ἐθέμην ταύτην τὴν διάλυσιν καὶ πείθομαι πᾶσι τοῖς ἐγγεγραμμένοις ἐπὶ τῷ προκειμένῳ προστίμῳ ὀμόσαςοσοσας καὶ τὸν θεῖον ὅρκον ὡς πρόκειται καὶ ἀπέλυσα. Χριστόφορος Βίκτορος βοηθὸςὑποβοηθὸς ἀπὸ Ἀντινόου ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτοῦ γράμματα μὲν μὴ εἰδότος, βαλόντος δὲ τῇ ἰδίᾳ αὐτοῦ χειρὶ τοὺς τρεῖς τιμίους σταυρούς . Ἰωσῆφις Ἰσακίου σὺν θεῷ νοτάριος ἀπὸ Ἀντινόου μαρτυρῶ ταύτῃ τῇ διαλύσει ἀκούσας παρὰ τῶν θεμένων . Φλαύιος Φίλιππος Ἰωάννου σιγγουλάριος τῆς ἡγεμονικῆς τάξεως μαρτυρῶ ταύτῃ τῇ διαλύσει ἀκούσας παρὰ τῶν θεμένων . Κοσμᾶς Θεοδώρου σὺν θεῷ νοτάριος ἀπὸ Ἀντινόου μαρτυρῶ ταύτῃ τῇ διαλύσει ἀκούσας παρὰ τῶν θεμένων . διʼ ἐμοῦ Δίου Ἠλία συμβολαιογράφουCross-references (3)
- TM-Text 15315 primary
- DDbDP-Text p.muench;1;7 tier-1
- HGV-Text 15315b tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.