Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.muench.1.14

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμων βασιλείας τοῦ θειοτάτου καὶ εὐσεβεστάτου ἡμῶν δεσπότου Φλαυίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους δωδεκάτου καὶ ὑπατείας τῆς αὐτοῦαὐτων γαληνότητος ἔτους ἑνδεκάτου Μεχεὶρ κα τῆς ιβ ἰνδικτίονος ἐν Συήνῃ . ταύτην τίθενται καὶ ποιοῦνται τὴν ὁμολογίαν τῶν διαλύσεων ἀναιρετικὴν οὖσαν πάσης μέμψεως καὶ ἀγωγῆς καὶ ἐνοχῆς καὶ ἐγκλήσεως καὶ ζητήσεως καὶ ἀμφισβητήσεως ἐκ μὲν τοῦ ἑνὸς μέρους Φλαύιος Ἰωάννης υἱὸς Ἰακώβου ἐκ μητρὸς Ταπίας στρατιώτης ἀριθμοῦ Συήνης διὰ τοῦ λεγομένου Πσῆρε ναύτου τῆς αὐτῆς Συήνης τοῦ καὶ ἐγγυωμένουἐγγυομένου καὶ ἀναδεχομένου τὴν γνώμην τοῦ αὐτοῦ Ἰωάννου ἐπὶ πᾶσι τοῖς ἐμφερομένοις καὶ ἑξῆς δηλωθησομένοις ταύτῃ τῇ διαλύσει ἐκ δὲ θατέρου Πατερμοῦθις υἱὸς Μηνᾶ ναύτης ἀπὸ τῆς αὐτῆς Συήνης τὰ ἑξῆς ὁμολογοῦντεςὁμολοῦντες ὡς ὑποτέτακται. Πατερμοῦθις ὁ προγεγραμμένος ἐνήγαγεν Ἰωάννῃ τῷ προειρημένῳ ὡς παρʼ ἅπαντα τὸν τοῦ δικαίου λόγον ἐνέτυχεν κατʼ αὐτοῦ Καλλινίκῳ τῷ ἀνδρειοτάτῳἀνδριωτάτῳ βικαρίῳ Ἑρμώνθεως ἀναπληροῦντι τὸν τόπον Ἀμμωνιανοῦ τοῦ μεγαλοπρεπεστάτου τοποτηρητοῦ καὶ παρὰ τὴν αὐτοῦ αἰτίασιν ἐζημιώθη νομίσματα ἑπτὰ καὶ ταῦτα ἔχοντοςἐχοντα αὐτοῦ ἐγγράφους διαλύσεις γεγενημένας παρʼ αὐτοῦ Ἰωάννου εἰς αὐτὸν Πατερμοῦθιν καὶ Κακὸ τὴν αὐτοῦ γαμετὴν ἀδελφήν τε αὐτοῦ τοῦ προειρημένου Ἰωάννου, διʼ ὧν ὡμολόγησεν ἀπηλλάχθαιαπηλλαχθη περὶ τῆς κληρονομίας τοῦ πατρὸς αὐτοῦ καὶ μηκέτι μηδένα λόγον ἔχειν αὐτὸν πρὸς τὸν εἰρημένον Πατερμοῦθιν μήτε τὴν αὐτοῦ γαμετὴν ἕνεκεν οἱουδήποτε πράγματος ἀνήκοντος τῷ μακαρίτῃμακαριτ αὐτῶν πατρί. Ἰωάννης δὲ ἀντιδικαιο λογούμενος ταῖς ἐπενεχθείσαις αὐτῷ ἐναγωγαῖς παρὰ Πατερμουθίου τοῦ προγεγραμμένου ἔφη τὴν τοιαύτην προσέλευσιν γεγενῆσθαι παρʼ αὐτοῦ κατὰ Πατερμουθίου ὡς ἐμποδίσαντος τῇ μητρὶ αὐτοῦ ἀπαλλάξαι αὐτὸν πρὸς τὴν δοθεῖσαν αὐτῷ ἔγγραφον ἐπίκρισιν παρὰ Παείωνος τοῦ λογιωτάτου γραμματικοῦ ἕνεκεν τῆς ὑποθέσεως τῆς οἰκίας αὐτῆς. καὶ πολλῶν ὅσων λεχθέντων καὶ ἀντιλεχθέντων μεταξὺ ἀλλήλων ἔδοξεν κατὰ κοινὴν συναίνεσιν ἀπαντῆσαι αὐτοὺς εἰς δίαιταν παρὰ ΣερῆυΣερὴν τῷ εὐλαβεστάτῳ πρεσβυτέρῳ τῆς ἁγίας ἐκκλησίας Ὄμβων εὑρεθέντι κατὰ τύχην ἐν ταύτῃ τῇ Συηνιτῶν. καὶ δὴ γενόμενοι παρὰ τῇ αὐτοῦ θεοφιλείᾳ ἑκάτερον μέρος ἀνέθετο αὐτῷ τὰς ἑαυτοῦ δικαιολογίας, ὅστις ἀκροασάμενος τῶν μεταξὺ αὐτῶν ἀμφιβαλλομένων, διελθὼν δὲ καὶ τὰς διαλύσεις τὰς προενεχθείσαςπροσενεχθεισας παρὰ Πατερμουθίου γενομένας εἰς αὐτὸν καὶ Κακὸ τὴν αὐτοῦ γαμετὴν παρὰ Ἰωάννου τοῦ προειρημένου, οὐ μὴν ἀλλὰ καὶ ἐπιδὼνἐφειδὼν τὴν ἐπίκρισιν τὴν δοθεῖσαν Ἰωάννῃ καὶ τῇ μητρὶ αὐτοῦ παρὰ τοῦ αὐτοῦ λογιωτάτου γραμματικοῦ ἕνεκεν τῆς ὑποθέσεως τῆς οἰκίας, διʼ ἧς ἐπέκρινεν καὶ συνεῖδεν δοθῆναι Ἰωάννῃ παρὰ τῆς μητρὸς αὐτοῦ νομίσματα τέσσερα , καὶ αὐτοῦ Ἰωάννου ἐπιμείναντοςεπιμειναι καὶ λέγοντος, ὡς ἐμποδισθεὶς παρὰ Πατερμουθίου τοῦ εἰρημένου λαβεῖν παρὰ τῆς μητρὸς αὐτοῦ τὰ αὐτὰ νομίσματα τέσσερα ᾐτιάσατοαιτιασατο αὐτόν, συνεῖδεν καὶ ἐπέκρινεν ὁ προειρημένος θεοφιλέστατος διαιτητής, ὥστε πρὸ παντὸς λόγου καταβαλεῖν Ἰωάννην τὸν προλελεγμένον ἐπὶ Πατερμοῦθιν χρυσοῦ νομίσματα πέντε ὑπὲρ ἧςοις ἔλεγεν δεδόσθαι ζημίας παρʼ αὐτοῦ τῷ βικαρίῳ τῆς Ἑρμωνθιτῶν, ἔχειν δὲ αὐτὸν Ἰωάννην πρὸς Ταπίαν πρὸς τὴν μεσιτείαν τὴν γενομένην εἰς αὐτὸν καὶ αὐτὴν τὴν μητέρα αὐτοῦ, καὶ οὕτως γενέσθαι παρὰ τῶν ἀμφοτέρων μερῶν γενικὰς διαλύσεις εἰς ἑαυτούς. τούτων οὕτως ἐπικριθέντων παρὰ ΣερῆυΣερὴν τοῦ προγεγραμμένου θεοφιλεστάτου πρεσβυτέρου, καθʼ ἑαυτοὺς γενόμενοι συνῄνεσανσυνῄνησενσυναινησεν πρὸς ἀλλήλους φιλικῶς, ὥστε καταλογισθῆναι Πατερμουθίῳ ὑπὲρ Ἰωάννου τὰ τέσσερα νομίσματα, ἅπερ ὡρίσθηὁρίσθη λαβεῖν παρὰ Ταπίας τῆς μητρὸς αὐτοῦ πενθερᾶς δὲ τοῦ αὐτοῦ Πατερμουθίου, καὶ λαβεῖν παρὰ τοῦ αὐτοῦ Ἰωάννου ἄλλο ἓν νόμισμα εἰς συμπλήρωσιν τῶν πέντε νομισμάτων πρὸς τὴν μεσιτείαν τοῦ αὐτοῦ θεοφιλεστάτου πρεσβυτέρου. τούτων οὕτως γενομένων καὶ ἀπαλλαγέντων πρὸς ἀλλήλους εἰς ταύτην εἰκότως ἀφίκοντο οἱ προειρημένοι Ἰωάννης καὶ Πατερμοῦθις τὴν ἔγγραφον ὁμολογίαν τῆς διαλύσεως, διʼ ἧς ὁμολογοῦσιν ἑκουσίᾳ γνώμῃ καὶ ἀδόλῳ προαιρέσει καὶ εἰλικρινεῖ διανοίᾳ καὶ ἀτρέπτῳ λογισμῷ δόλου παντὸς χωρὶς καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς καὶ κολακείαςκολακίας καὶ κακοηθείας καὶ ἐλαττώματός τινος καὶ παντὸς φαύλου διανοήματος, Ἰωάννης μὲν διὰ Πσῆρε τοῦ προγεγραμμένου αὐτοῦ ἐγγυητοῦ καὶ γνωμαναδόχου, μηκέτι μηδένα λόγον ἔχειν πρὸς Πατερμοῦθιν μήτε πρὸς Κακὸ τὴν αὐτοῦ σύμβιον μήτε πρὸς Ταπίαν τὴν μητέρα αὐτοῦ τε καὶ Κακὸ μήτε πρὸς κληρονόμους αὐτῶν ἢ διαδόχους ἢ διακατόχους οὐκ ἐν τῷ νῦν καὶ ἐνἐμ μηδενὶ καιρῷ κατὰ μηδένα τρόπον ἢ ἀφορμὴν ἢ μέθοδον ἢ εὑρεσιλογίαν μήτε μὴν δύνασθαι αὐτὸν δίαιταν κινεῖν κατʼ αὐτοῦ Πατερμουθίου καὶ Κακὸ τῆς αὐτοῦ συμβίου καὶ Ταπίας τῆς προειρημένης μήτε τὴν οἱανδήποτε ζήτησιν ἐπιξῦσαι αὐτῶν ἐν οἱῳδήποτε καιρῷ ἢ χρόνῳ οὐκ ἐν δικαστηρίοις ἐπιχωρίοις τε καὶ ὑπερορίοις ἢ ἐκτὸς δικαστηρίων οὐ διʼ ἑαυτοῦ οὐ διʼ ἐντολέως καὶ παρενθέτου προσώπου οὐ διὰ θείων βέρβων περὶ οἱουδήποτε πράγματος μικροῦ ἢ μεγάλου ἀνήκοντος τῇ κληρονομίᾳ τῶν γονέων αὐτοῦ, διὰ τὸ ἀπηλλάχθαι αὐτὸν κρίσει καὶ μεσιτείᾳ τοῦ προειρημένου διαιτητοῦ κατὰ τὸν προαφηγηθέντα τρόπον. καὶ εἰ ἐπιχειρήσειεν ἔτι ἐπεξιέναι αὐτοῖς καθʼ οἱονδήποτε τρόπον οἱῳδήποτε καιρῷ ἢ χρόνῳ, οὐδὲν μὲν ὠφεληθήσεταιὠφελεθήσεται τοῦ ἐπιχειρήματος, ἐπιγνώσεται δὲ λόγῳ προστίμου καὶ παραβασίας χρυσοῦ νομίσματα δώδεκα κινδύνῳ Πσῆρε τοῦ ἐγγυησαμένουεγγυασαμενου αὐτὸν διὰ ταύτης τῆς ἐγγράφου ὁμολογίας, ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα ἔκ τε αὐτοῦ τοῦ ἐγγυητοῦ καὶ πάντων τῶν αὐτῷ ὑπαρχόντων καὶ ὑπαρξόντων γενικῶς καὶ ἰδικῶς. ὁμολογεῖ δὲ καὶ αὐτὸς Πατερμοῦθις ὡς οὐκ ἐγκαλεῖ τῷ προειρημένῳ Ἰωάννῃ ἢ κληρονόμοις αὐτοῦ χάριν τῆς ζημίας τῆς προστριβείσης αὐτῷ ἐξ αἰτιάσεως Ἰωάννου τοῦ προειρημένου μήτε περὶ οἱουδήποτε πράγματος οὔτε δίαιταν κινεῖκινειν κατʼ αὐτοῦ ἐν δικαστηρίοις ἐπιχωρίοις τε καὶ ὑπερορίοις ἢ ἐκτὸς δικαστηρίων οὐ διʼ αὐτοῦ οὐ διὰ τῆς γαμετῆς αὐτοῦ οὐ διὰ Ταπίας τῆς προγεγραμμένης αὐτοῦ τε πενθερᾶς μητρὸς δὲ Ἰωάννου οὐ διὰ κληρονόμων αὐτῶν οὐ διʼ ἐντολέως καὶ παρενθέτου προσώπου καὶ θείας ἀδνουτατίωνος, διὰ τὸ ἀπηλλάχθαι αὐτὸν πρὸς Ἰωάννην τὸν προγεγραμμένον κρίσει καὶ μεσιτείᾳ ΣερῆυΣερὴν τοῦ προειρημένου θεοφιλεστάτου διαιτητοῦ καὶ ἐσβέσθαι μεταξὺ αὐτῶν πᾶν σπέρμα δίκης καὶ ἀγωγῆςενωγης καὶ ἐνοχῆς καὶ ἐγκλήσεως καὶ ζητήσεως καὶ ἀμφισβητήσεως. καὶ εἰ ἐπιχειρήσειενἐπειχειρήσειενεπειχιρησειεν ὁ αὐτὸς Πατερμοῦθις ἢ ἄλλος τις ἐκ προσώπου αὐτοῦ ἐγκαλέσαι ἢ ἐπιφυῆναι Ἰωάννῃ τῷ προλεχθέντι, ὑποκείσεται τῷ προτεταγμένῳ προστίμῳ τῶν τοῦ χρυσοῦ νομισματίων δώδεκα μετὰ καὶ τοῦ ἐπάναγκες τοὺς ἀφʼ ἑκατέρου μέρους ἐμμεῖναι τῇ παρούσῃ ὁμολογίᾳ τῶν διαλύσεων. καὶ ὅτι ταύτην φυλάττουσιν ἄτρωτον καὶ ἀπαράβατον, ἐπωμόσαντο οἱ ἀφʼ ἑκατέρου μέρους κατὰ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος καὶ τῆς νίκης καὶ διαμονῆς τῶν θεοφυλάκτων καὶ εὐσεβεστάτων ἡμῶν δεσποτῶν Φλαυίων Μαυρικίου Τιβερίου καὶ Αἰλίας Κωνσταντίνης τῶν αἰωνίων Αὐγούστων καὶ Αὐτοκρατόρων ὑποθέμενοι πάντα τὰ ὄντα αὐτοῖς καὶ ἐσόμενα πράγματα ἐνεχύρουἐνεχύρω λόγῳλόγο καὶ ὑποθήκης δικαίῳ ἐπὶ βεβαιώσει τῇ παρούσῃ ὁμολογίᾳ καὶ τῇ τοῦ προστίμου καταβολῇ εἰ οὕτω τύχοι, καὶ εἰς τὰ προγεγραμμένα πάντα ἐπερωτη θέντες ὡμολόγησαν καὶ ἀπέλυσαν . Φλαύιος Ἰωάννης Ἰακώβου στρατιώτης ἀριθμοῦ Συήνης διὰ τοῦ λεγομένου Πσῆρε ναύτου τῆς αὐτῆς Συήνης τοῦ καὶ ἐγγυωμένουἐγγυομένου καὶ ἀναδεχομένου τὴν γνώμην τοῦ αὐτοῦ Ἰωάννου ἐπὶ πᾶσι τοῖς ἐντὸς φερομένοις καὶ ἑξῆς δηλωθησομένοιςδηλοθησομενοις ταύτῃ τῇ διαλύσει καὶ Πατερμοῦθις Μηνᾶ στρατιώτης ἀριθμοῦ Ἐλεφαντίνης καὶ ναύτης ἀπὸ τῆς αὐτῆς Συήνης οἱ προκείμενοι ἐθέμεθα τὴν διαλυτικὴν ὁμολογίαν καὶ στοιχεῖ ἡμῖν πάντα τὰ ἐγγε γραμμένα ὡς πρόκειται. Φλαύιος Λάζαρος Πέτρου ἀδιούτωρ ἀριθμοῦ Συήνης ἀξιωθεὶςαξιοθεις ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων . Φλαύιος Ἰωάννης Πέτρου δρακονάριος ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Βίκτωρ ΜηνᾶΜηνας δρακονάριος ἀριθμοῦ Συήνηςσυνης μαρτυρῶ . Φλαύιος Βίκτωρ Ψαβὴτ αὐγουσταλίοςἀγοσταλιο ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Παθερμοῦθις Ἁτρῆτος αὐγουστάλιοςἀγουστάλιος ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Παείων Ἰακώβου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Παῦλος Πααμείου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . διʼ ἐμοῦ Χριστοφόρου Πατερμουθίου συμβολαιογράφου ἐγένετο καὶ βενε βαλεας διαλυτικὴ ὁμολογία Ἰωάννου Ἰακώβου ἐκ μητρὸς Ταπίας πρὸς Πατερμοῦθιν.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.