Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.mich.13.659
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
γεγενημένην συγγραφὴν καὶ δὴ καὶ προήγαγον τὴν ὠνιακὴν συγγραφὴν εἰς Ἰωάννην τὸν εὐλαβέστατον γεγενημένην τοῦ μνημονευθέντος κτήματος περιέχουσαν καὶ τοὺς τότε καθυπογράψαντας μάρτυρας προσμαρτυροῦντας τῇ τῶν τριακονταὲξ νομισμάτων καταβολῇ. προήγαγον δὲ καὶ πρᾶσιν ἑτέραν κατανομῆς τινος παρὰ Ψαιῶτος γεγενημένην ἑτέροις ὕστερον χρόνοις πρὸς τὸν μνημονευθέντα Ἰωάννην τὸν τῆς εὐλαβοῦς μνήμης μνήμην ἔχουσαν τῆς πρότερον συντεθείσης ὠνιακῆς συγγραφῆς τοῦ μνημονευθέντος κτήματος καὶ ταύτην βεβαιοῦσαν, ἐκεῖθεν διισχυριζόμενοι καὶ κατασκευάζοντεςκατασκευασοντες ῆς εἴπερ κατὰ βίαν καὶ ἀνάγκην τινὰ πεποιηκὼς ἧν πρότερον τὴν τοῦ κτήματος ὠνιακὴν συγγραφήν, οὐκ ἂν μετὰ ταῦτα ταύτην ἐβεβαίου κατὰ τὴν μεταγενεστέραν τῆς κατανομῆς ὠνιακὴν συγγραφήν. πρὸς ταῦτα ἀντιδικαιολογούμενοι οἱ τοῦ διώκοντος μέρους τὴν μὲν μεταγενεστέραν ὠνιακὴν συγγραφὴν τὴν τῆς κατανομῆς χωρὶς βίας τινὸς ὡμολόγησαν γεγενῆσθαι, ἔφησαν δὲ μὴ εἰδέναι τὸν τρόπον καθʼ ὃν μνήμη τις κατὰ ταύτην γέγονεν τῆς προτέρας πράσεως τῆς περὶ τοῦ κτήματος ἀλλὰ μᾶλλον κατὰ συναρπαγὴν ἢ κατὰ δόλον τοῦ συμβολαιογράφου ταύτην ἐντετάχθαι τὸ τηνικαῦτα καὶ ἁπλῶς ἀπῄτουν τοὺς τοῦ φεύγοντος μέρους ἀποδεικνύειν τὴν τῶν τριακονταὲξ νομισμάτων καταβολήν. οἱ δὲ μάρτυρας ἢ καὶ ἀποδείξεις ἑτέρας τῆς τῶν τριακονταὲξ νομισμάτων καταβολῆς ἔφησαν ἔχειν μὴ δύνασθαι μηδὲ νομίμως ἀπαιτεῖσθαι τὰς περὶ τούτου τοῦ μέρους ἀποδείξεις παρῳχηκότος λοιπὸν εἰκοσαετοῦς χρόνουχρονον πλέω ἔλαττον ἐξ οὗπερ τὸ κτῆμα πέπραται καὶ ἡ ἐπὶ τούτῳ συντέθειται ἡ ὠνιακὴ συγγραφή. δικαιολογούμενοι πρὸς ταῦτα οἱ τοῦ διώκοντος μέρους ἐδίδαξαν πολλάκις ἐκβοήσεσι κεχρῆσθαι κατὰ τὴν ἁγίαν ἐκκλησίαν κατὰ Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης, προσεληλυθέναι δὲ πολλάκις καὶ τῷ τῆς ἐπαρχείας ἄρχοντι περὶ ταύτης τῆς αἰτίας, περιδρομῆς δὲ πολλῆς γεγενημένης τῶν ἀντιδίκων ἀποκεκλεῖσθαι τοῦ περὶ ταύτης ζητήσεως λόγου. καὶ δὴ δικαιωμάτων ἑτέρων προκομισθέντων παρὰ τῶν τοῦ φεύγοντος μέρους πρὸς σύστασιν τῆς τοῦ κτήματος ὠνιακῆς συγγραφῆς καὶ πολλῶν ἐπὶ τούτοις λεχθέντων καὶ δικαιολογηθέντων παρὰ τῶν ἀφʼ ἑκατέρου μέρους τέλος κατά τινα μεσιτείαν καὶ φιλικήν τινα σύμβασιν καὶ κατάκρισιν καὶ δοκιμασίαν τοῦ κοινοῦ διαγνώμονος ἔδοξεν καὶ συνήρεσενσυνήρησεν τοῖς ἀφʼ ἑκατέρου μέρους ὥστε Βίκτορα τὸν εὐλαβέστατονευλαβοστατον καὶ Σενούθην πληροῦντας τὸ πρόσωπονπρώσοπον Ἀπολλῶτος καὶ Παύλου καὶ Μαρίας τέκνων καὶ κληρονόμων Ἰωάννου τοῦ τῆς εύλαβοῦς μνήμης ὄρκον καταβάλλειν σωματικὸν ὅτι δὴ ἀκριβῶς ἐπίστανται ὡς οἱ τριακονταὲξ χρυσοῖ λόγῳ τιμήματος ὑπὲρ τοῦ μνημονευθέντος κτήματος κατεβλήθησαν ἐπὶ Ψαιῶτα καὶ Ταλοῦν τὴν αὐτοῦ σύμβιον κατὰ τὸν τῆς πράσεως καιρὸν καὶ οὕτως ἕτερα νομίσματα δεκα τέσσαρα παρὰ κεράτια τέσσαρα ἕκαστον ζυγῷ δημοσίῳ λόγῷ τιμήματος κατὰ προσθήκην προσενενεχθῆναι Ψαιῶτι ὑπὲρ τοῦ πεπραμένου κτήματος. σκοπηθείσης γὰρ ἀκριβῶς τῆς τε φορολογίας τοῦ μνημονευθέντος κτήματος καὶ τῆς ἐνελκομένης τούτῳ παντοίας δημοσίας συντελείας καὶ λόγου γεγονότος ἀκριβοῦς τῆς μετὰ τὰ εὐσεβῆ τελέσματα ὑπολειπομένης καθαρᾶς προσόδου καθʼ ἕκαστον ἔτος ἐκ τοῦ αὐτοῦ κτήματος, ἔδοξεν πεντήκοντα νομισμάτων καὶ μόνων χρυσίνων κατὰ ἀκρίβειαν ἄξιον εἶναι τὸ κτῆμα. τούτων οὔτω δοξάντων καὶ συναρεσάντων τοῖς ἀφʼ ἑκατέρου μέρους κατὰ κρίσιν καὶ μεσιτείανμεσιτίαν τοῦ κοινοῦ διαγνώμονος τοῦ καὶ παρʼ αὐτῶν αἱρεθέντος κοινῶς τὸν μὲν σωματικὸν ὅρκον Βίκτωρ ὁ εὐλαβέστατος πρεσβύτερος καὶ Σενούθης καταβεβλήκασιν ἐπὶ Ψαιῶτα καὶ Ταλοῦν ὡς ἐπίστανται μετὰ πάσης ἀκριβείας ὅτι δὴ τοὺς τριακονταὲξ χρυσοῦςχρουσουυ κατέβαλλεν ἐπʼ αὐτοὺς τὸ τηνικαῦτα κατὰ τὸν τῆς πράσεως καιρὸν ἀμειώτως Ἰωάννης ὁ τῆς εὐλαβοῦς μνήμης. καταβεβλήκασι δὲ ἐπʼ αὐτοὺς καὶ νῦν τοὺς ἑτέρους δεκατέσσαρας χρυσοῦς παρὰ κεράτια τέσσαρα ἕκαστον ζυγῷ δημοσίῳ. ἔτι κεκίνηκεν ΨάιοςΨαιο πρὸς Βίκτορα καὶ Σενούθην πληροῦντας τὸ πρόσωπον τῶν κληρονόμων Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης ὡς ἕτερα δύο κτήματα ἀρουρῶν ὅσων ἐστίν πέπρακεν αὐτοῖς ὀλίγου τιμήματος κατὰ τὸν τῆς στενώσεως καιρὸν οὐ κατʼ ἀνάγκην τινὰ καὶ κατὰ βίαν ἀλλὰ διὰ σπάνιν τῶν ἐπιτηδείων καὶ ἐπὶ τούτοις δεδικαίωται παρὰ τοῦ κοινοῦ διαγνώμονος ἡσυχίαν ἄγειν καὶ μηδεμίαν ἐπι ζήτησιν πρὸς αὐτοὺς περὶ τούτων ὡς δὴ μὴ κατὰ ἀνάγκην ἀλλʼ ἑκουσίως τὴν τούτων ἐκποίησιν πεποιηκώς. ἔτι κεκίνηκε πρὸς αὐτοὺς καὶ ὡς φανερὸν σῖτόν τε καὶ χρυσίον ἀπῃτημένος παρὰ Ἀπολλῶτος λόγῳ δημοσίων καὶ ταῦτα μηδὲν ἐποφείλων καὶ πρὸς σύστασιν τῶν αὐτῷ εἰρημένων προήγαγεν ἀσφάλειάν τινα περὶ τούτου. πρὸς ταῦτα δικαιολογούμενοι Βίκτωρ καὶ Σενούθης ἔφησαν μηδὲν ἀκριβὲς εἰδέναι περὶ τούτου τοῦ μέρους Ἀπολλῶτος τοῦ τῆς μακαρίας μνήμης τὸν τῇδε μεταλλάξαντος βίον πρὸ ἐτῶν δεκαεννέα πλέω ἔλαττον καὶ ὅρκον αὐτῷ καταβεβλήκασιν ὠς οὐδὲν ἐπίστανται συντεῖνον εἰς ταύτην τὴν ζήτησιν. ἔτι κεκίνηκε πρὸς αὐτοὺς ΨάιοςΨαιο ὡς κατά τινα περίστασιν ἀσφάλειάν τινα πεποιηκὼς αὐτοῖς περὶ οἰκίας αὐτῷ προσηκούσης ἀποσοβήσεως καὶ καθαροποιήσεως ἕνεκεν τοῦ τετάρτου μέρους τοῦ κτήματος τοῦ κατὰ Θεοδόσιον τὸν ἀπὸ Πακῆρκε διακειμένου ἐν πεδιάδι κώμης Ἀφροδίτης τοῦ αὐτοῦ Ἀνταιοπολίτου νομοῦ καὶ ἔδοξεν καὶ συνήρεσενσυνήρησεν τοῖς ἀφʼ ἑκατέρου μέρους ὥστε τοὺς κληρονόμους Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης μηδένα λόγον ἔχειν πρὸς Ψάιον περὶ τοῦ μνημονευθέντος οἴκου. πρὸς δὲ ἀναίρεσιν πάσης ἀμφιβολίας μεταξὺ τῶν μερῶν ἔδοξεν τό τε προενηνεγμένον παρὰ ΨαιῶΨάϊο ἐντάγιον τῶν δεκαοκτὼ νομισμάτων καὶ τὴν ἀσφάλειαν τοῦ τε σίτου καὶ τοῦ χρυσίου τοῦ δῆθεν λόγῳ δημοσίων ἀπῃτημένου διαρραγῆναι καὶ εἴ τι δὲ ἕτερον τοιοῦτο κατὰ λήθην ἴσωςεἴσως ἀπέμεινεν παρʼ αὐτῷ μὴ προενηνεγμένον ἀρτίως ἔδοξεν καὶ τοῦτο μηδεμίαν ἔχειν ἰσχὺν ἀλλʼ ἄκυρον καὶ ἀνίσχυρον διὰ τὸ ἐπὶ πάσῃ ἀναιρέσει πάσης ζητήσεως καὶ ἀμφιβολίας μεταξὺ τῶν μερῶν ταῦτα δεδόχθαι. τούτων τοίνυν οὕτω δοξάντων καὶ στερχθέντων παρὰ τῶν ἀφʼ ἑκατέρου μέρους κατὰ τὸ ἀναγκαῖον ἐπὶ ταύτην ἐληλύθασι τὴν γενικὴν καὶ περιεκτικὴν διάλυσιν ἀναιρετικὴν τυγχάνουσαν πάσης ἐποχῆς καὶ παντὸς σπέρματος δίκης καθʼ ἣν ΨάιοςΨαιο μὲν καὶ Ταλοῦ ὁμολογοῦσιν ὑποδεδέχθαι τὰ λοιπὰ νομίσματα δεκατέσσαρα παρὰ κεράτια πεντηκονταὲξ ζυγῷ δημοσίῳ εἰς συμπλήρωσιν τῆς τιμῆς τοῦ κτήματος καλουμένου Ταυσίρεως κατὰ τὰ δόξαντα μεταξὺ αὐτῶν, γείτονες τοῦ αὐτοῦ κτήματος νότου γήδια τῶν κληρονόμων Ἑρμαουῶτος Ψύρου γενομένου πρεσβυτέρου βορρᾶ γήδια τῶν κληρονόμων Μαριὰμ Ψαιῶτος ἀπηλιώτου γήδια ἄπα Βησαρίωνος Ἰωάννου πρεσβυτέρου λιβὸς γήδια τῶν κληρονόμων Ῥαχῆλ Ἑρμαουῶτος ἢ οἷοι ἂν ὦσιὦσει γείτονες πάντῃ πάντοθεν καὶ ὁμολογοῦσιν μηδένα λόγον ἔχειν ἔτι πρὸς τοὺς κληρονόμους Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης περὶ τῶν μνημονευθέντων κτημάτων τῶν καὶ πεπραμένων αὐτοῖς κατὰ διαφόρους καιροὺς μήτε περὶ μέρους αὐτῶν μήτε περὶ καρπῶν παντὸς τοῦ φθάσαντος χρόνου μήτεητε περὶ παντὸς ἀλλὰ καὶ ὁμολογοῦσιν τὰς περὶ τούτων συντεθείσας κατὰ διαφόρους καιροὺς ὠνιακὰς συγγραφὰς κυρίας εἶναι καὶ βεβαίας πανταχοῦ προφερομένας. ὁμολογεῖ δὲ ΨάιοςΨαιο πάντα ἐπελευσόμενον τοῖς κληρονόμοις Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης τῶν πεπραμένων ἕνεκεν παρʼ αὐτοῦ κτημάτων ἢ μέρους τούτων ἀποσοβῆσαι κινδύνῳ ἰδίῳ καὶ τῆς αὐτοῦ περιουσίας κατὰ τὴν δύναμιν τῶν ἐπʼ αὐτοῖς συντεθεισῶν ὠνιακῶν συγγραφῶν. εἰ δὲ καὶ Θεοδόσιος ὁ ἀπὸ Πακῆρκε κατά τινα χρόνον ἤ τρόπον ἐπέλθῃ μέρος τῶν αὐτῶν κτημάτων ἐπιζητῶν ἤγουν οἱ τούτου κληρονόμοι ἢ καί τινες ἐξ αὐτῶν, ἔδοξεν ὥστε τοὺς αὐτοὺς κληρονόμους Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης ἤτοι Βίκτορα τὸν εὐλαβέστατον καὶ Σενούθην τοὺς ὑπὲρ αὐτῶν νῦν τοὺς λόγους ποιουμένους προενεγκεῖν τὴν πρὸς αὐτοὺς γεγενημένην παρὰ τοῦ μνημονευθέντος Θεοδοσίου διαλυτικὴν ὁμολογίαν τὴν καὶ παρʼ αὐτοῖς ἀποκειμένην ἧς καὶ τὸ ἴσον ἐκδεδώκασιν ἀρτίως μεθʼ ὑπογραφῆς ἑαυτῶν καὶ οὕτως τὴν διάλυσιν ἐκείνην λαμβάνονταλαμβανοα Ψάιον καὶ ταύτῃ χρώμενον καὶ ἑτέροις οἷςοιο βούλεται δικαίοις ἀποσοβῆσαι καὶ τὸν μνημονευθέντα Θεοδόσιον ἐπερχόμενον τοῖς αὐτοῖς πράγμασιν ἢ μέρει αὐτῶν ἢ τοὺς τούτου κληρονόμους καὶ οὕτως μετὰ τοὺς ἀγῶνας αὖθις ἀναδιδόναι τὸ αὐθεντικὸν τῆς αὐτῆς διαλυτικῆς ὁμολογίας τοῖς κληρονόμοις Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης. εἰ δὲ κατά τινα καιρὸν ἢ τρόπον ὑπέρθωνται προενεγκεῖν τὴν μνημονευθεῖσαν ἐκείνην διάλυσιν οἱ κληρονόμοι Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης ἤτοι Βίκτωρ ὁ εὐλαβέστατος καὶ Σενούθης οἱ νῦν ὑπὲρ αὐτῶν τοὺς λόγους ποιούμενοι ζητήσεως γινομένης παρὰ Θεοδοσίου τοῦ μνημονευθέντος περὶ μέρους τῶν αὐτῶν κτημάτων, ἔδοξεν ὥστε Ψαιῶτα μὴ ἀποσοβεῖν τὸν μνημονευθέντα Θεοδόσιον μήτε τοὺς ὑπὲρ τούτου κληρονόμους ἀντιποιουμένους μέρους τῶν αὐτῶν κτημάτων ἀλλὰ τὸν κίνδυνον τῆς ἀποσοβήσεως ἤτοι καθαροποιήσεως τῆς πρὸς Θεοδόσιον ὁρᾶν τοὺς κληρονόμους Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης ἤτοι τοὺς ὑπὲρ αὐτῶν τοὺς λόγους ποιουμένους ἐφʼ οἷς τὴν διάλυσιν προενεγκεῖν οὐκ ἠνέσχοντο διὰ τὸ οὕτω δεδόχθαι τοῖς μέρεσι. καὶ ἐπιτρέπουσι αὐτοῖς ταῦτα κατέχειν καὶ νέμεσθαι καὶ καρποῦσθαι καὶ διοικεῖν καθʼ ὃν βούλονται τρόπον παντὶ πληρεστάτῳ δεσποτείας δικαίῳ ἐπὶ τὸν ἑξῆς ἅπαντα καὶ διηνεκῆ χρόνον καὶ ὁμολογοῦσιν ἀνῃρῆσθαι αὐτοῖς πάντα λόγον κατὰ τῶν μνημονευθέντων κτημάτων ἢ μέρους αὐτῶν ἁρμόττοντα αὐτοῖς ἢ καὶ ἁρμόσαι δυνάμενον. ἔτι ὁμολογοῦσι μηδένα λόγον ἔχειν πρὸς αὐτοὺς μήτε περὶ δημοσίων ὡς κατὰ πλεονασμὸν ἀπῃτημένωναπητημενον μήτε περὶ οἱουδήποτε πράγματος ἁπαξαπλῶς ἀλλὰ καὶ ὁμολογοῦσι εἴ τις ἕτερος χάρτης ἢ καὶ ἐντάγιον συντεῖνον εἰς ταύτην τὴν ὑπόθεσιν ὑπολέλειπται παρʼ αὐτοῖς τοῦτο ἄκυρον καὶ ἀνίσχυρον εἶναι πανταχοῦ προφερόμενον διὰ τὸ ἐπὶ πάσῃ ἀπαλλαγῇ καὶ τελείᾳ τομῇ πάσης τῆς κατʼ αὐτοῦ ζητήσεως ταῦτα δεδόχθαι μεταξὺ τῶν μερῶν. ὁμολογοῦσιν δὲ καὶ Βίκτωρ ὁ εὐλαβέστατος καὶ Σενούθης πληροῦντες τὸ πρόσωπον τῶν κληρονόμων Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης μηδένα λόγον ἔχειν πρὸς Ψάιον περὶ τῆς οἰκίας τῆς αὐτῷ προσηκούσης μήτε ἀντιποιεῖσθαι ταύτης καθʼ οἱον δήποτε χρόνονκρονον ἢ τρόπον ἀλλὰ καὶ τὴν ἔγγραφον ἀσφάλειαν τήν πρώην παρʼ αὐτοῦ γεγενημένην εἰς αὐτοὺς ὁμολογοῦσιν εὑρίσκοντες ἀναδιδόναι ἤγουν μένουσανμενουσα παρʼ αὐτοῖς ἀργὴν καὶααι ἀνίσχυρον εἶναι πανταχοῦ προφερομένην. ἔτι ὁμολογοῦσιν καὶ τὴ παντοίαν δημοσίαν συντέλειαν τὴν ἐνελκομένην τοῖς πεπραμένοις Ἰωάννῃ τῷ τῆς εὐλαβοῦς μνήμης κτήμασι κατὰ διαφόρους καιροὺς ἐπιγινώσκειν ἀνελλιπῶςἀνελλειπῶς καὶ ἐπὶ τὸν ἑξῆς ἅπαντα χρόνον πρὸς τὴν γεγενημένην μέτρησιν ἢ καὶ πρὸς ἑτέραν ὡς εἰκὸς ἐσομένην τοῦ κινδύνου μειώσεως ἤτοι αὐξήσεως δημοσίων τελεσμάτωνελεσματων κατὰ τὸ εἰκὸς ἐσομένης ὁρῶντος αὐτοὺς κινδύνῳ αὐτῶν καὶ τῆς αὐτῶν περιουσίας καὶ ὁμολογοῦσι τὸ ἀζήμιον καὶ τὸ ἀνενόχλητον εἶναι Ψαιῶτι καὶ Ταλοῦτι τῇ αὐτοῦ συμβίῳ παντοίων δημοσίων τελεσμάτων ἕνεκεν τῶν αὐτῶν κτημάτων ἐξ οὗπερ παρειλήφασιααρειληφασι αὐτοὶ ἤτοι Ἰωάννης ὁ τῆς εὐλαβοῦς μνήμης τὰ αὐτὰ κτήματα μέχρι τῆς νῦν καὶ ἐπὶ τὸν ἑξῆς ἅπαντα χρόνον. καὶ ὁμολογοῦσι μηδένα λόγον ἔχειν πρὸς αὐτοὺς περὶ ἑτέρου οἱουδήποτε πράγματος ἁπαξαπλῶς μήτε περὶ δαπανημάτων μήτε περὶ ζημιωμάτων διὰ τὸ ἐπὶ πάσῃ ἀπαλλαγῇ καὶ τελείᾳ τομῇ τῆς κατʼ αὐτοὺς ὑποθέσεως ταύτην μεταξὺ αὐτῶν γεγενῆσθαι τὴν γενικὴν διάλυσιν καθʼ ἣν ὁμολογοῦσιν οἱ ἀφʼ ἑκατέρου μέρους ἅπαντες ἀλλήλοις καὶ ἕκαστος αὐτῶν καὶ ἑκάτερος τῷ ἑτέρῳ κεχωρισμένος μηδένα λόγον ἔχειν πρὸς ἀλλήλους περὶ οἱουδήποτε πράγματος μικροῦ ἢ μεγάλου ἐγγράφου ἢ ἀγράφου νοηθέντος ἢ μὴ νοηθέντος εἰς νοῦν ἐλθόντος ἢ μὴ ἐλθόντος λεχθέντος ἢ μὴ λεχθέντος κριθέντος ἢ μὴ κριθέντος καὶ τοῦ λοιποῦ μὴ ἐγκαλεῖν αὐτοὺς ἀλλήλοις μήτε ἐγκαλέσειν μήτε ἐν ἐπιχωρίῳ δικαστηρίῳ μήτε ἐν ὑπερορίῳ μήτε ἐκτὸς δικαστηρίων μὴ διʼ ἑαυτῶν μὴ διʼ ἐντολέως μὴ διὰ παρενθέτου οἱουδήποτε προσώπου οὐκ αὐτοὶ οὐ κληρονόμοι αὐτῶν οὐ διάδοχοι οὐ διακάτοχοι πρὸς ἀλλήλους καὶ κληρονόμους ἀλλήλων καὶ διαδόχους καὶ διακατόχους διὰ τὸ ἐν ἅπασι αὐτοὺς ἀπηλλάχθαι ἐπὶ τῷ προτεταγμένῳ τύπῳ καὶ ἐπὶ τούτοις πᾶσιν ἑκάτερον μέρος ἐπωμόσατο τὴν ἁγίαν καὶ ὁμοούσιον τριάδα καὶ τὴν νίκην καὶ διαμονὴν τοῦ καλλινίκου δεσπότου τῆς οἰκουμένης Φλαουίου Ἰουστινιανοῦ τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἐμμεῖναι πᾶσι τοῖς προγεγραμμένοις καὶ κατὰ μηδένα τρόπον παραβῆναι. εἰ δέ τις ἐξ αὐτῶν τολμήσειεν παραβῆναι καὶ ὑπεναντίον ταύτης τῆς διαλύσεως διαπράξασθαί τι ὁμολογεῖ τὸ παραβαῖνον μέρος διδόναι τῷ ἐμμένοντι μέρει λόγῳ προστίμου ὑπὲρ μόνης τῆς παραβασίας χρυσοῦ νομίσματα ἑκατὸν εὔσταθμα ἔργῳ καὶ δυνάμει ἀπαιτούμενα μετὰ τοῦ καὶ ὑπεύθυνον αὐτὸν εἶναι τῷ κινδύνῳ τῆς ἐπιορκίας οὐδὲν δὲ ἧττον ἀρραγῆ καὶ ἀσάλευτον μένειν ταύτην τὴν διαλυτικὴν ὁμολογίαν διηνεκῶς ἥνπερηπερ ἔθεντο πρὸς ἑαυτοὺς πρὸς ἀσφάλειαν κυρίαν οὖσαν καὶ βεβαίαν πανταχοῦ προφερομένην καὶ πρὸς πάντα τὰ προγεγραμμένα καὶ πρὸς ἕκαστον κεφάλαιον ἐπερωτήσαντες ἀλλήλους καὶ παρʼ ἀλλήλων ἐπερωτηθέντες ταῦθʼ οὕτως ἔχειν δώσειν ποιεῖν φυλάττειν ἐμμένειν ὡμολόγησαν. ὑπέθεντο δὲ ἀλλήλοις εἰς ἅπαντα τὰ προγεγραμμένα καὶ εἰς τὴν ἀπαίτησιν τοῦ προκειμένου προστίμου εἴπερ ἁρμόζοιἁρμόσοι εἰς ἀπαίτησιν πάντα τὰ ὄντα καὶ ἐσόμενα αὐτοῖς πράγματα κινητά τε καὶ ἀκίνητα καὶ αὐτοκίνητα δικαίῳ ὑποθήκης καὶ λόγῳ ἐνεχύρου. Βίκτωρ Βησαρίωνος πρεσβύτερος ποιούμενος τοὺς λόγους ὑπὲρ Ἀπολλῶτος καὶ Παύλου καὶ Μαρίας τέκνωντεκνον καὶ κληρονόμων Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης ὁ προγεγραμμένος ἐθέμην ταύτην τὴν διαλυτικὴνδιαλειτικην ὁμολογίαν ἐπὶ πᾶσιπᾶσει τοῖς ἐμπεριεχομένοις αὐτῇ ἐπερωτήμασι καὶ ὁμολογήμασι τοῖς εὐδοκῶ καὶ πείθωπίθω καὶ ἐπιδεδωκὼς τοῖς προγεγραμμένοις Ψαιῶτι καὶ Ταλοῦτι τῇ αὐτοῦ συμβίῳ τὰ δεκατέσσαραδεκατέσσερα νομίσματα παρὰ κεράτια πεντηκοντα ὲξ ζυγῷ δημοσίῳ εἰς συμπλήρωσινσημπλήρωσιν τῆς τιμῆς τοῦ προγεγραμμένου κτήματος καλουμένου Ταυσίρεως καὶ ὤμοσαὄμοσα τὸν θεῖον ὅρκον ἐπὶ πᾶσιπᾶσει τοῖς προγεγραμμένοις καὶ τῷτων προκειμένῳ προστίμῳ καὶ πείθωμαιπίθωμαι πᾶσι ὡς πρόκειται καὶ ὑπογράψας ἀπέλυσα. Αὐρήλιος Σενούθης Ἀπολλῶτος ποιούμενος τοὺς λόγους ὑπὲρ ἈπολλῶτοςἈπολλο͂τος καὶ Παύλου καὶ Μαρίας τέκνων καὶ κληρονόμων Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης ὁ προγεγράμμενος ἐθέμην ταύτην τὴν διαλυτικὴν ὁμολογίαν ἐπὶ πάσι τοῖς ἐμπεριεχομένοις αὐτῇ ἐπερωτήμασι καὶ ὁμολογήμασι οἷς εὐδοκῶ καὶ πείθω καὶ ἐπιδεδωκὼςεπιδδδωκως τοῖς προγεγραμμένοις Ψαιῶτι καὶ Ταλοῦτι τῇ αὐτοῦ συμβίῳ τὰ δεκατέσσαραδεκατέσσερατεκατεσσερα νομίσματα παρὰ κεράτια πεντηκοντα ὲξ ζυγῷ δημοσίῳ εἰς συμπλήρωσιν τῆς τιμῆς τοῦ προγεγραμμένου κτήματος καλουμένου Ταυσίρεως καὶ ὤμοσα τὸν θεῖονθει ὅρκον ἐπὶ πᾶσι τοῖς προγεγραμμένοιςρογεγραμμενοις καὶ τῷπω προκειμένῳ προστίμῳ καὶ πείθομαι πᾶσιπᾶσει ὡς πρόκειται καὶ ἀναγνοὺς καὶ ὑπογράψας ἀπέλυσα. Αὐρήλιος ΨαϊῶςΨαίω Μουσαίουοουσαιου ὁ προκείμενος συνεθέμηνσυθθεέμην ταύτῃταύτην τῇτὴν διαλύσειτιάλυσιν ὡς πρόκειται Αὐρηλία Ταλοῦ Ἡρακλείου ἡ προκειμένη ἐθέμην ταύτην τὴνδην διάλυσεινδιαλυσιν ὡς πρόκειται. Αὐρήλιος Ἀβραὰμ Βίκτορος ἀπὸ βοηθῶν ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῆς γράμματα μὴ εἰδυίαςεἰδυείης. Αὐρήλιος Ἀπολλῶς Διοσκόρου ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης εὑρεθεὶς ἐν Ἀντινόου μαρτυρῶ τῇ διαλύσει ἀκούσας παρὰ τῶν θεμένων, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῶν δεκατεσσάρων νομισμάτων. ἰδίᾳεἰδίᾳ αὐτοῦ ὑπογράφωνειδιω αὐτοῦ. Φλάουιος Βίκτωρ Ἀνούθου ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης εὑρεθεὶςευρεθεια ἐν Ἀντινόου μαρτυρῶ τῇ διαλύσειδιαλήσει ἀκούσας παρὰ τῶν θεμένων, μαρτυρῶ δὲ καὶ τῇ κατα βολῇ τοῦ χρυσίου τῶν δεκατεσσάρων νομισμάτων. Αὐρήλιος πρωτοκωμήτηςπροτοκωμήτης ἀπὸ τῆς αὐτῆς κώμης Ἀφροδίτης εὑρεθεὶς ἐν Ἀντινόου μαρτυρῶ τῇ διαλύσειδιαλήσει ἀκούσας παρὰ τῶν θεμένων, μαρτυρῶ δὲ καὶ τῇ κα ταβολῇκαταβουλῇ τοῦ χρυσίου τῶν δεκατεσσάρων νομισμάτων. Αὐρήλιος Ἀνοῦφις Ἰακυβίου ἀπὸ Ἀντινόου ἐντολεὺςὑπὸ Ἀντι ἐντολέως μαρτυρῶ τῇ διαλύσει ἀκούσας παρὰ τῶν θεμένων, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τοῦ χρυσίου τῶν δεκατεσσάρων νομισμάτων. Φλάουιος Οὐίκτωρ Ἰωάννου ἐξκέπτωρἐξκ τῆς δουκικῆς τάξεως μαρτυρῶ τῇ διαλύσει ἀκούσας παρὰ τῶν θεμένων, μαρτυρῶ δὲ καὶ τῇ καταβολῇ τῶν δεκατεσσάρων νομισμάτων. διʼ ἐμοῦ Δίου νομικοῦ ἐγράφη ἐπὶ τιμήματι χρυσοῦ νομισμάτων τριακονταὲξ πλείονος ποσότητος ἄξιον καὶ μηδὲ τοὺς τριακονταὲξ χρυσοῦς τοὺς δῆθεν λόγῳ τιμήματος ἐντεταγμένους τῇ πράσει καταβεβλῆσθαι ἐκ πλήρους ἐπʼ αὐτὸν τὸ τηνικαῦτα καὶ προέφερεν ἀσφάλειαν ἰδιόχειρον ὡς παρὰ τοῦ μνημονευθέντος Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης εἰς αὐτὸν γεγενημένην ε πρὸς υ τῶν δεκα ὀκτὼ νομισμάτων παρὰ ΨαιῶΨάϊο διέβαλλον παντελῶς φάσκοντες μὴ εἶναι ἀληθῆ κατὰ μηδὲν καὶ ἀπῄτουν ταύτηνταυτη τὴν σύστασιν. ἐδίδασκον δὲ καὶ τὴν πρᾶσιν τοῦ κτήματος χωρὶς βίας καὶ ἀνάγκης γεγενῆσθαι τὸ πρῶτον καὶ τὸ χρυσίον τοῦ τιμήματος τῶν τριακονταὲξ νομισμάτων ἐπʼ αὐτὸν ἐκ πλήρους καταβεβλῆσθαι vestiges νομισμάτων δεκαοκτὼ πρὸς τὴν συναλλαγὴν τῆς αὐτῆς κώμης ὑπὲρ λοιπάδος τῆς τιμῆς τῶν πεπραμένων αὐτῷ κτημάτων οὕτω γὰρ περιεῖχεν ἡ προενηνεγμένη ἀσφάλεια. πρὸς ταῦτα ἀντικαθιστάμενοι Βίκτωρ ὁ εὐλαβέστατος καὶ Σενούθης πληροῦντες τὸ πρόσωπον τῶν κληρονόμων Ἰωάννου τοῦ τῆς εὐλαβοῦς μνήμης τὴν μὲν προενηνεγμένην ἀσφάλειαν vestiges πεπρακέναι Ἰωάννῃ τῷ τῆς εὐλαβοῦς μνήμης κτῆμα ε vestiges Ἰωάννην τὸν τῆς εὐλαβοῦς μνήμης προσηκον ην διακείμενον τουτο αὐτῷ δικ ἀσφαλ κατὰ τὸν ἀν ν θενCross-references (3)
- TM-Text 21374 primary
- DDbDP-Text p.mich;13;659 tier-1
- HGV-Text 21374 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.