Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.dura.17

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐξέστη Σαμμώνης τοῦ δεῖνος, τῶν ὑπαρχουσῶν αὐτῶι χωρῶν τῶν οὐσῶν ἐν Τετύρωι κώμηι, ἀντὶ δανείου ἀργυρίου καλοῦ δραχμῶν δισχιλίων, ἃς ἔφη Σαμμώνης ὁ αὐτὸς ἔχειν παρὰ Ἀβδαλλάθου τοῦ Βα ἐπὶ ὑποθήκηι τῶν προδιασαφουμένων χωρῶν πασῶν ων καὶ μὴ ἐμποιεῖσθαι μηδενὸς χωρῶν καὶ τῶν ἐνόντων ἀμπέλων τρόπωι μηδενὶ μηδὲ παρευρέσει μηδεμιᾶι, ἐὰν δὲ μή, εἶναι τὴν ἐμποίησιν ἄκυρον αὐτὸν δὲ Σαμμώνην ἢ τὸν παρὰ ταῦτα ἀγηγοχότα ἔνοχον εἶναι ἀργυρίου καλοῦ δραχμὰς δισχιλίας καὶ τὴν ἔκστασιν ταύτην εἶναι καὶ οὕτως κυρίαν. μάρτυρες· Ἡλιόδωρος στρατηγὸς καὶ ἐπιστάτης τῆς πόλεως Κόνων Νικοστράτου. η ι ἔδωκεν ὁ δεῖνα Σελεύκου τοῦ Θεομνήστου Εὐρωπαῖος ὁ ἐπικαλούμενος καὶ τῶν σωματοφυλάκων Ἀμαθιάραι τῆι θυγατρὶ αὐτοῦ, Ἀρτεμιδώρου δὲ τοῦ δεῖνος Εὐρωπαίου γυναικί, ἀνθʼ ὧν ἔφη εὐχρηστηθῆναι αὐτὸν ὑπʼ αὐτῆς ἐν πλείοσιν, σώματα αὐτοῦ δουλικὰ οἷς ὀνόματα ὡς ἐτῶν δεκαδύο, καὶ Βαρβαιζαβαδάτη ἐφʼ ὧι διαμενεῖ τὰ δεδομένα κυρίως εἰς ἅπαντα τὸν χρόνον Ἀμαθιάραι καὶ τέκνοις αὐτῆς καὶ ἀπογόνοις καὶ τοῖς μεταληψομένοις παρʼ αὐτῶν, καὶ οὐκ ἀθετήσει ὁ δεῖνα τὴν δόσιν ταύτην, ἐὰν δὲ ἀθετήσηι αὐτὸς ἢ ἕτερος ἐκ τοῦ αὐτοῦ λόγου, ἡ μὲν ἀθέτησις ἔσται ἄκυρος, ὁ δὲ δεῖνα ἢ ὁ παρὰ ταῦτα ἀγηγοχὼς ἔνοχος ἔσται τοῖς διηγορευ μένοις ἐπιτίμοις κατὰ τῶν τὰς δόσεις ἀνασκευαζόντων καὶ ἡ δόσις αὕτη ἔσται καὶ οὕτως κυρία. μάρτυρες· χρεοφύλακες, Ὄλυπμος Λυσίου, Ἀρτεμίδωρος Θεοδώρου κ α τ Κόνων τοῦ δεῖνος Εὐρωπαῖος, φάμενος ρα δεδανεικέναι κατὰ μέρος κατὰ συγγραφὴν δανείου γενομένην Ἀριαβάζωι Ἀριαβάζου, Ἀβιδγιναίωι Βδωι ου, Ὀρτονο πάτηι ου, Ζωβαίωι ου, Μοκείμῳ Ναβου ἐπὶ ὑποθήκηι τοῖς ὑπάρχουσιν αὐτοῖς πᾶσιν, οὖσι δὲ παρὰ τοῖς κυρίοις, τὸ δὲ προγεγραμμένον ἀργύριον καὶ τοὺς τόκους ἀποδώσειν σον, ἐὰν δὲ μὴ ἀποδῶσιν ἐν τῶι ὡρισμένωι χρόνωι, διαστολαῖς, περὶ ὧν καὶ προσαγγελίαν ἐπιδέδωκεν ὁ Κόνων καὶ περὶ τούτων ἐδέξατο ἀπʼ αὐτῶν μαρτυρίαν, ἔτι δὲ καὶ περὶ ἑτέρων τινῶν διὰ τῶν αὐτῶν χρεοφυλάκων ἐπιδέδωκεν ἄλλην προσαγγελίαν καὶ ἐδέξατο μαρτυρήσαντος τοῦ Ἡλιοδώρου κατὰ τὴν αὐτὴν μαρτυρίαν ὅτι ἦσαν οἱ δεδανεισμένοι Ἀριάβαζος Ἀβιδγιναῖος δος Ὀρτονοπάτης Μόκειμος καὶ Ζωβαῖος οἱ ἐπάνω ὄντες Εὐρωπαῖοι κατὰ τὴν προδηλουμένην συγγραφὴν ἐξωμολογήσατο Κόνων ὁ αὐτὸς ἀπέχειν παρὰ τῶν προγεγραμμένων Ἀριαβάζου Ἀβιδγιναίου δου Ὀρτονοπάτου Ζωβαίου καὶ Μοκείμου ι καὶ εἰς τὸν ἅπαντα χρόνον μήτε ἐνκαλεῖν μήτε ἐνκαλέσειν τοῖς περὶ τὸν Ἀριάβαζον πᾶσι μηδὲ περὶ τῶν ἐν τῆι προσαγγελίαι τῆι προδηλουμένῃ ἐπιδοθείσῃ καὶ ἐὰν δὲ ἐνκαλέσηι αὐτὸς ἢ ἕτερος ἐκ τοῦ αὐτοῦ λόγου, τὸ μὲν ἔνκλημα εἶναι ἄκυρον καὶ ἐκτείσειν τοῖς περὶ τὸν Ἀριάβαζον καὶ τοῖς τῶν μετηλλαχότωνμετηλλαγμένων τέκνοις καὶ ἀπογόνοις καὶ τοῖς μεταληψομένοις παρʼ αὐτῶν δεδωκέναι δὲ τὸν Κόνωνα τοῖς περὶ τὸν Ἀριάβαζον ἐπίλυσιν δανείου καὶ ἄφεσιν μάρτυρες· Ἡλιόδωρος στρατηγὸς καὶ ἐπιστάτης τῆς πόλεως, Ὀρτονοπάτης Κόνων ὁ ἐπάνω ἐχρημάτισα. ἐδάνεισεν αζος τοῦ δεῖνος τοῦ αμήλου τῶν ἀπὸ Λακείτης κώμης τῶι δεῖνι ἀργυρίου καλοῦ Τυρίου κόμματος δραχμὰς ἑπτακοσίας ὀγδοήκοντα ας ἐπὶ ὑποθήκῃ τοῖς ὑπάρχουσιν αὐτῶι πᾶσι, οὖσι δὲ παρὰ τῶι κυρίωι ἀπὸ τοῦ ἐνεστῶτος χρόνου παρέξεται αὐτῶι δουλικὰς χρείας, οὐ γιγνόμενος ἀφήμε ρος οὔτε ἀπόκοιτος ἄνευ τῆς τοῦ άζου γνώμης, ἐὰν δὲ ἀφημερεύσηι ἢ ἀποκοιτήσηι

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.