Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.4.1132

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Πρωτάρχωι παρὰ Ἀμμωνίου τοῦ Διονυσίου Ζηνείου καὶ παρὰ Ἀλεξάνδρου τοῦ Νικοδείμου Μακεδόνος. ἐπεὶ κατὰ τὰς διὰ τοῦ κριτηρίου τετελειωμένας ὑπό τε τοῦ Ἀμμωνίου καὶ ἔτι τοῦ μετηλλαχότος τοῦ Ἀλεξάνδρου ἀδελφοῦ Θεοδώρου τοῦ Νικοδείμου συνχωρήσεις δ σημαίνεται κατὰ μὲν μίαν τῶι ιε ἔτει Καίσαρος Θωῦθ τὸν Ἀμμώνιον πρὸς ἃς ἐδάνεισεν τῶι Θεοδώρωι κατὰ μνημονικὴν συγ γραφὴν καὶ κατὰ διαγραφὴν διὰ τῆς Μαρίονος καὶ Θεογένους τραπέζης δραχμὰς φ καὶ τόκους προσβεβλῆσθαι διὰ τῶν πρακτόρων τῶν τοῦ Θεοδώρου ὑπαρχόντων ἐν τῷ Αὐρινείτῃ τῆς Ἀλεξανδρέων χώρας περὶ κώμην Σύρων γύου ϛ ἐπισήμου Παι δέρωτος καὶ Ἀβρυτάνου γῆν χέρσον κατακεκλυσμένην ἥ ἐστιν ἀρουρῶν θ δ ιϛ λβ κοινῶν τὸ περιλελιμμένον αὐτῶι μέρος ἥμισυ καὶ ἐν τῶι αὐτῶι γύωι καὶ ἐπισήμῳ ἄλλην ἐχομένην χέρσον ἐκ τοῦ πρὸς νότον μέρους ὁμοίως κατακεκλυσμένην ἀρουρῶν ε καὶ ἐν τῶι αὐτῷ γύωι καὶ ἐπισήμῳ ὁμοίως κατακεκλυσμένην ἀρούρας ἥμισυ τέταρτον ἑκκαιδέκατον καὶ παρακεχωρῆσθαι τὸν αὐτὸν Ἀμμώνιον παρὰ τοῦ Θεοδώρου διὰ τῶν πρακτόρων προσβολὴν τῶν πρότερον Ἀριστίου τῆς Ἀριστίωνος ἐποικίουεποικιας ἐν τῇ Σύρων κώμῃ καὶ τῶντα συνκυρόντωνσυνκυροντα ἐργαστηρίωνεργαστηρια καὶ ψιλῶνψιλους τόπωντοπους καὶ οἰκοπέδωνοικοπεδα καὶ εἰληφέναι τε τὸν αὐτὸν Ἀμμώνιον παρὰ τοῦ Θεοδώρου ἀπὸ τῶν τοῦ ἀργυρίου δραχμῶν φ δραχμὰς σ καὶ πεπληρῶσθαι τοῖς τῶν φ δραχμῶν τόκοις ἕως τοῦ ση μανθέντος χρόνου, ἔτι δὲ καὶ εἰληφέναι τὸν αὐτὸν Ἀμμώνιον παρὰ τοῦ Θεοδώρου εἰς τὸν τῆς προσβολῆς λόγον ὧν παρε χώρησενπαρακεχωρημεν αὐτῶι τῶν Ἀριστίου ἀργυρίου δραχμῶν , κατὰ δὲ ἑτέραν τὴν γεγονυῖαν τῶι αὐτῶι ἔτει Φαῶφι σημαίνεται τά τε προκείμενα καὶ λοιπῶν οὐσῶν ἐν τῶι Θεοδώρωι ἀπὸ τῶν τοῦ ἀργυρίου δραχμῶν φ δραχμῶν τ προσδεδανεῖσθαι παρὰ τοῦ Ἀμμωνίου τοῦ αὐτοῦ διὰ τῆς τε αὐτῆς τραπέζης ἄλλας ἀργυρίου δραχμὰς φ, ὥστε γίνεσθαι ἐν τῶι Θεοδώρωι δραχμὰς ω, ὧν καὶ ἀνενηνοχέναι εἰς τὸν Ἀμμώνιον ἐν τῇ αὐτῇ συνχωρήσει δανείου συνχώρησιν, κατὰ δὲ τὴν τρίτην τὴν γεγονυῖαν τῶι ιϛ ἔτει Καίσαρος Ἁθὺρ δηλοῦται τὰς προτέρας συνχωρήσεις ἀναφέρεσθαι καὶ προσδεδανεῖσθαι τὸν Θεόδωρον παρὰ τοῦ Ἀμμωνίου διὰ τῆς αὐτῆς Μαρίονος καὶ Θεογένους τραπέζης ἐν μὲν τῶι Ἁθὺρ Παχὼν δραχμὰς σ, ἐν δὲ τῶι Παχὼν Ἁθὺρ ἄλλας δραχμὰς σ, ὥστε γενέσθαι ἐντὸς μηνῶν κζ τὰς πάσας ἀργυρίου δραχμὰς Ασ, ἃς καὶ ω ωιε διαγραψε τὰς προκειμένας συνχωρήσεις τῶι Θεοδώρῳ συνχώρης , κατὰ δὲ τὴν τετάρτην συνχώρησιν τὴν γεγονυῖαν τῶι αὐτῶι ιϛ ἔτει Καίσαρος Παῦνι . μὴ οὔσης τῆς βεβαιώσεως τῆς προκειμένης προσβολῆς πρὸς Ἀμμώνιον διὰ τῆς διὰ τῶν πρακτόρων συγχωρήσεως

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.