Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.muench.1.1

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

χμγ βασιλείας καὶ ὑπατείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαυίου Ἰουστίνου Νέου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους ἐνάτου Φαμενὼθ ιε τῆς ἑβδόμης ἰνδικτίονος Αὐρήλιοι Βίκτωρ καὶ Παείων καὶ Τσία γαμετὴ Ἁτρῆτος τοῦ καὶ συναινοῦντος αὐτῇ οἱ τρεῖς ὁμογνήσιοι ἀδελφοὶ ἐκ πατρὸς Δίου τοῦ καὶ Πασαραεὶ ἐκ μητρὸς Τλοὺ τῆς καὶ πειθομένης καὶ συνευδοκούσης καὶ διαβεβαιωσαμένης πάντα τὰ ὁμολογηθέντα ταύτῃ τῇ διαλύσει ὁρμώμενοι ἀπὸ Συήνης οἱ καὶ ἑξῆς ὑπογραφέα παρέχοντες τὸν ὑπὲρ αὐτῶν ὑπογράφοντα καὶ μάρτυρας τοὺς ἑξῆς μαρτυροῦντας τῇδε τῇ διαλυτικῇ ὁμολογίᾳ. Αὐρηλίῳ Ἰακώβῳ ἰδίῳ ἡμῶν ὁμοπατρίῳ ἀδελφῷ ἐκ τῶν προγεγραμμένων Δίου τοῦ καὶ Πασαραεὶ καὶ Τλοῦ ὁρμωμένῳ ἀπὸ τῆς αὐτῆς Συήνης χαίρειν ἐπειδὴ ἡνίκα ἐν τοῖς ζῶσι τυγχάνειτυχάνει ὁ μνημονευθεὶςπρνημονευθεις ἡμῶν πατὴρ Δῖος εἶχεν σὲ τὸν προγεγραμμένον Ἰάκωβον ὡσανεὶ ἀνδρωθέντα καὶ ἥκοντα εἰς τὴν δέουσαν ἡλικίαν συνεργαζόμενον αὐτῷσυυτω τῇ ναυτικῇ τέχνῃ, καὶ τοῦ προειρημένουπροειρημενουο πατρὸς ἡμῶν Δίου τέλει τοῦ βίου χρησαμένου τὴν ὑπολειφθεῖσαν τῷ μακαρίῳ ἡμῶν πατρὶ παρειλήφαμεν διʼ ἐμοῦ αὐτῆς τῆς προειρημένης Τλοὺ μητρὸς ἡμῶν καὶ ε τὴν ἐξαγωγήν σοι ποιησάμενοι φάσκοντες ὑπολείπεσθαί σοί τι τῆς προχρείας τοῦ αὐτοῦ μακαρίου ἡμῶν πατρός, καὶ σὺ ὁ προλεχθεὶς Ἰάκωβος διεβε βαιώσωδιθηεβαιωσω λέγων μηδέν τι ἰδιοποιῆσθαίἰδιοποιεῖσθαί σοι τῶν πατρῴων ἡμῶν πραγμάτων, καὶ τῆς φιλονεικίαςφιλονικείας μακρᾶς γενομένης ᾑρησάμεθα τὸ κοινὸν τῶν καθωσιωμένωνκαθοσιωμένωναπαθοσιωμενων πρώτων ἀριθμοῦ Συήνης, οἵτινες ἀκούσαντες τὰ μεταξὺ ἡμῶν ἀμφιβαλλόμενα συνεῖδονσυνῖδαν σὲ μηδὲν τὸ σύνολον κατέχοντα τῶν πατρῴων ἡμῶν πραγμάτων καὶ εἰς βεβαίωσιν δὲ καὶ πᾶσαν ἀπαλλαγὴν τῆςτος κινηθείσης σοι παρʼ ἡμῶν φιλονεικίαςφιλονικεις καὶ ἀποσόβησιν πάσης ἐρεσχηλίαςἐρεσχειλίας κινηθησομένηςκινηθεισομενης κατὰ σοῦ παρʼ ἡμῶν ὥρισανὅρισαν ὥστε ἡμᾶς δέξασθαι ἐνώμοτον λόγον ὡς μηδὲν ὑπολείπεσθαί σοι τῶν πατρῴων ἡμῶν πραγμάτων. τούτων τοίνυν δοξάντων καὶ ἀρεσθέντων ἡμῖν κομισαμένοις παρὰ σοῦ τὸν ἐνώμοτον καὶ φρικτὸν ὅρκον ἐπὶ τῶν θείων καὶ ἀχράντων καὶ σεπτῶν κειμηλίων, ὡς μηδὲν παντελῶς συμφεροποιησαμένου τῶν αὐτῶν πατρικῶν ἡμῶν πραγμάτων, εἰς ταύτην ἐληλύθαμεν τὴν ὁμολογίαν τῆς διαλύσεως, διʼ ἧς ὁμολογοῦμεν ἡμεῖς οἱ προγεγραμμένοι Βίκτωρ καὶ Παείων καὶ Τσία ἑκουσίᾳἑκουσίω γνώμῃ καὶ αὐθαιρέτῳ βουλήσει καὶ ἀδόλῳ προαιρέσει δίχα παντὸς δόλου καὶ φόβου τινὸς καὶ βίας καὶ ἀπάτης καὶ ἀνάγκης καὶ συναρπαγῆς πρῶτον μὲν δεδέχθαι καὶ εἰληφέναι παρὰ σοῦ τὸν σεβάσμιον ὅρκον ἐπὶ τῶν ἁγίων καὶ ἀμώμων κειμηλίων ὡς μηδὲν τοῦ πατρὸς ἡμῶν διακατέχοντος μέχρι εὐτελοῦς τινος, ἔπειτα δὲ ὁμολογοῦμεν μηδένα λόγον ἔχειν πρὸς σὲ τὸν προειρημένον Ἰάκωβον τὸν ἀδελφὸν ἡμῶν μηδὲ ἕξειν περὶ τῆς προχρείας τῆς ὑπολειφθείσης παρὰ τοῦ μνημονευθέντος Δίου πατρὸς ἡμῶν μηδὲ περὶ οἱουδήποτε πράγματος προσήκοντος τῇ πατρῴᾳ ἡμῶν κληρονομίᾳ, μικροῦ ἢ μεγάλου νοηθέντος ἢ μὴ νοηθέντος λεχθέντος ἢ μὴ λεχθέντος ἐλθόντος εἰς μέσον ἢ μὴ ἐλθόντος ταγέντος ταύτῃ τῇ διαλύσει ἢ μὴ ταγέντος, ἁπλῶς οὐκ ἐπελευσόμεθά σοι οὐχ ἡμεῖς αὐτοὶ οὐ κληρονόμοι ἡμῶν οὐ διάδοχοι οὐ διακάτοχοι μηδὲ ἐνάξωμέν σοι μηδὲ κληρονόμοις σοῖς ἢ διαδόχοις ἢ διακατόχοις μηδὲ ἐγκαλέσωμεν μηδὲ παραβαίνωμεν ἢ παρασαλεύσωμεν ταύτην τὴν διάλυσιν ἐν τῷ νῦν καὶ ἐν μηδενὶ καιρῷ κατὰ μηδένα τρόπον ἢ ἀφορμὴν ἢ μέθοδον ἢ εὑρεσιλογίαν ἐν δικαστηρίῳ μηδὲ ἐκτὸς δικαστηρίου διὰ τὸ ὡς προείπαμεν ἀπηλλάχθαι ἡμᾶς πρὸς σὲ περὶ πάντων καὶ ἐσβέσθαι πᾶν σπέρμα δίκης καὶ ἐναγωγῆς ἁρμοζούσης ταύτῃ τῇ ὑποθέσει ἢ καὶ ἁρμόσαιἁρμόζαιἁρμόξαι δυναμένης. καὶ πρὸς ἐπὶ τούτοις ἐπωμοσάμεθα τὸν θεῖον καὶ σεβάσμιον ὅρκον τοῦ τε παντοκράτορος θεοῦ καὶ νίκης καὶ εὐσεβείας τῶν κρατίστων δεσποτῶν τῆς οἰκουμένης Φλαυίων Ἰουστίνου Νέου καὶ Αἰλίας Σοφᾶς τῶν αἰωνίων Αὐγούστων Αὐτοκρατόρων, μὴ ἐπιφυῆναί σοι μηδὲ ἐνάγειν μηδὲ ἐγκαλεῖν ἔτι μηδὲ παραβῆναι μηδὲ παρασαλεῦσαι ταύτην τὴν διάλυσιν. εἰ δὲ βουληθείημεν ἐν καιρῷ πώποτε ἐνάγειν σοι ἢ ἐπεξιέναι σοι ταύτης ἕνεκεν τῆς ὑποθέσεως, πρῶτον μὲν ἔνοχοι φανησόμεθα τῷ θείῳ ὅρκῳ καὶ τῷ τῆς ἐπιορκίαςἐπιορκείας κινδύνῳ καὶ ἐγκλήματι, ἔπειτα δὲ ἐπιγνωσόμεθα λόγῳ ἐπιχει ρήσεως καὶ παραβάσεως χρυσοῦ ὀγκίαινομισμάτια δύο γίνονται χρυσοῦ ὀγκίαινομισμάτια β μετὰ καὶ τοῦ μηθὲν ἰσχύειν κατὰ τῶν συντεταγμένων ταύτῃ τῇ διαλύσει, ἥνπερ εἰς σὴν ἀσφάλειαν πεποιήμεθα κυρίαν καὶ βεβαίαν καὶ ἔννομον μεθʼ ὑπογραφῆςὑπογραφη τοῦ ὑπὲρ ἡμῶν ὑπογράφοντος καὶ τῶν ἑξῆς μαρτυρούντων καὶ ἐπερωτηθέντες ὡμολογήσαμενὡμολογῆσθαι . δῆλον δὲ ὅτι ἐδεξάμεθα παρὰ σοῦ νομισμάτιον ἓν ζυγῷ Συήνης, ὅπερ δέδωκεν σοὶ ὁ μνημονευθεὶς ἡμῶν πατὴρ Δῖος ὑπὲρ στρατευσίμου τοῦ υἱοῦ σοῦ καὶ οὐδένα λόγον ἔχομεν πρὸς σὲ περὶ τούτου διὰ τὸ ὡς προείπαμεν εἰληφέναι παρὰ σοῦ καὶ οὕτως ὡμολογήσαμεν . ΑὐρήλιοιΑὐρηλι Βίκτωρ καὶ Παείων καὶ Τσία ἐκ πατρὸς Δίου Πασαροεὶ ἐκ μητρὸς Τλοὺ τῆς πειθομένηςπιθομένης καὶ συνευδοκούσηςσηνευδοκουης οἱ προκείμενοι ἐθέμεθα ταύτην τὴν διάλυσινδιάλυσηντιαλυσην καὶ στοι χεῖ ἡμῖνἡμεῖν ὡςὁς πρόκειται. Φλαύιος Ἰακὼβ Βασιλείδου ἀπὸ ἀκτουαρίων ἀριθμοῦ Συήνης ἀξιωθεὶςἀκξιοθὶς ἔγραψαἐκγραυε ὑπὲρ αὐτῶναὐτου γράμματαγρμματα μὴ εἰδότωνεἰτότον. Φλαύιος Μηνᾶς Διδύμου στρατιώτης ἀριθμοῦ ΣυήνηςΣήνης μαρτυρῶ . Φλαύιος Φλαύιος Ἄπα Δῖος Μαρτίου ἀπὸ ἀκτουαρίων ἀριθμοῦ Συήνης μαρτυρῶ τῇμαρτυρῶ τῇ ὁμολογίᾳ ἀκούσας παρὰ τῶν θεμένων . Φλαύιος Ἰσὰκ Ἰακώβου στρατιώτης ἀριθμοῦ Συήνης μαρτυρῶ . Φλαύιος Κόμες Πααμίου στρατιώτης ἀριθμοῦ ΣυήνηςΣήνης μαρτυρῶ . διʼ ἐμοῦ Βίκτορος Πέτρου ἐτελειώθη Φαμενὼθ ιε τῆς ἑβδόμης ἰνδικτίονος ἐν Συήνῃ . διάλυσις ἐπʼ ὀνόματος Βίκτορος καὶ Παείωνος καὶ Τσίας ἀδελφῶν ὁμογνησίων πρὸς Ἰάκωβον.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.