Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.lond.3.1164e

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ιβ Σερήνου Εὐδαίμονος ἀργυρίουΕὐδαίμονος δραχμῶν Αψ ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ μηνὸς Πανήμου Φαρμοῦθι δωδεκάτῃ. διὰ τῆς Ἀνουβίωνος Ἀμμωνίου Ματιδίου τοῦ καὶ ΚαλλιτεκνίουΚαλλιτεκνίουΚαλλιτεν ἐν Ἀντινοουπόλει χρηματιστικῆς τραπέζης. Σερῆνος Εὐδαίμονος τοῦ Ἀσκλᾶ Παυλείνιος ὁ καὶ Ὁμόγνιος Ἀλεξάνδρῳ Ἰσιδώρου τοῦ Ἀλεξάνδρου Ματιδίῳ τῷ καὶ Καλλιτεκνίῳ πεπρακέναι τὸν Ἀλέξανδρον τῷ Σερήνῳ ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τὰ ὑπάρχοντα αὐτῷ μέρη οἰκιῶν δύο οὐσῶν ἐν τῇ Ἀντινοουπόλει ἐλθόντα εἰς αὐτὸν ἀπὸ δικαίου παραχωρήσεως γενομένης κατὰ διαγραφὴν τῆς αὐτῆς τραπέζης τῷ ἐνεστῶτι ἔτει μηνὶ Φαρμοῦθι ἀπὸ τέκνων Χαιρήμονος Ἀμμωνίου Σεβαστίου τοῦ καὶ Ἡρακλείου, μιᾶς μὲν οἰκίας τριστέγου σὺν καταγαίῳ καὶ χρηστηρίων πάντων ἐν τῷ δ γράμματι πλινθίῳ ζ μέρος τρίτον κατὰ μετοχὴν τοῦ λοιποῦ διμοίρου μέρους Σεραπάμμωνος, ἑτέρας δὲ οἰκίας μονοστέγου καὶ αὐλῆς καὶ χρηστηρίων πάντων ἐν τῷ γ γράμματι πλινθίῳ η μέρος τέταρτον κατὰ μετοχὴν τῶν λοιπῶν μερῶν τοῦ αὐτοῦ Σεραπάμμωνος, γείτονες τῶν ὅλων οἰκιῶν δύο τῆς μὲν ἐν τῷ δ γράμματι πλινθίῳ ζ νότου ῥύμη δημοσία διʼ ἧς εἴσοδος καὶ ἔξοδος, βορρᾶ πρότερον Σεραπᾶ, ἀπηλιώτου Κορνηλίου καὶ ἄλλων, λιβὸς ῥύμη στενή, τῆς δʼ ἐν τῷ γ γράμματι πλινθίῳ η νότου Χαιρημονίδος καὶ ἄλλων, βορρᾶ Ἀγαθοῦ Δαίμονος καὶ ἄλλων, ἀπηλιώτου ῥύμη δημοσία διʼ ἧς εἴσοδος καὶ ἔξοδος, λιβὸς κληρονόμων Διδύμου ἢ οἳ ἐὰν ὦσι γείτο νες πάντοθεν καὶ ἀνῃρῆσθαιἀνειρῆσθαι τὸν πωλοῦντα παρὰ τοῦ ὠνουμένου τὴν συμπεφωνημένην πρὸς ἀλλήλους τιμὴν ἀργυρίου δραχμὰς χιλίαςχειλίας ἑπτακοσίας γίνονται ἀργυρίου δραχμαὶ Αψ, κρατεῖν οὖν καὶ κυριεύειν τὸν Σερῆνον καὶ τοὺς παρʼ αὐτοῦ ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τῶν πεπραμένων αὐτῷ μερῶν τῶν προκειμένων οἰκιῶν ὡς ἐπάνω δεδήλωται καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτῶν ὡς ἐὰν αἱρῶνται ἀνεμποδίστως, τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης τῷ πωλοῦντι Ἀλεξάνδρῳ καὶ τοῖς παρʼ αὐτοῦ καὶ πάντα τὸν ἐπελευσόμενον τούτων χάριν καθʼ ὁντιναοῦν τρόπον ἀποστήσειν αὐτὸν παραχρῆμα ἰδίαις αὐτοῦ δαπάναις ἔτι τε καὶ ἐκτίσεινἐκτείσειν τῷ ὠνουμένῳ ἢ τοῖς παρʼ αὐτοῦ διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ τὰ βλάβη καὶ τὰ δαπανήματα χωρὶς τοῦ κυρίαν μένειν τήνδε τὴν πρᾶσιν καὶ ἀνέδωκεν αὐτῷ τὸ παρʼ αὐ τῷπάραυτα ἐκδόσιμον τῆς παραχωρήσεως εἰς τὸ μένειν αὐτῷ τὰ παρʼ αὐτοῦ δίκαια. Ἀλέξανδρος Ἰσιδώρου Ματίδιος ὁ καὶ Καλλιτέκνιος πέπρακα τῷ Σερήνῳ τὰ ὑπάρχοντά μοι καὶ προκείμενα μέρη τῶν προκειμένων οἰκιῶν δύο καὶ χρηστη ρίων πάντων ὡς ἐπάνω δεδήλωται καὶ ἀπέσχον τὴν τιμὴντειμὴν ἀργυρίου δραχμὰς χιλίαςχειλίας ἑπτακοσίας καὶ βεβαιώσω πάσῃ βεβαιώσει καὶ εὐδοκῶ πᾶσιπᾶσει ὡς πρόκειται. Σερῆνος Εὐδαίμονος τοῦ Ἀσκλᾶ Παυλίνι ος ὁ καὶ Ὁμόγνιος ἐώνημαιαἰώνημαι καὶ ἐξωδίασα τὴν τιμὴν ὡς πρόκιται

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.