Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.3.1164h
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
κ Ἁρμιρυμίου τοῦ καὶ Μέλανος ΤήρουςὭρου ἀργυρίου ταλάντου α ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Παρθικοῦ Μεγίστου Βρεταννικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ μηνὸς Πανήμου Φαρμοῦθι κ. διὰ τῆς Ἀνουβίωνος Ἀμμωνίου Ματιδίου τοῦ καὶ Καλλιτεκνείου ἐν Ἀντινοουπόλει χρηματιστικῆς τραπέζης. Ἁρμιρύμιος ὁ καὶ Μέλας ΤήρουςὭρου μητρὸς Σεναιῆτος ἀπὸ Τεντύρεως τῆς μητροπόλεως Πβῆκι Πεβῶτος τοῦ Βήκιος μητρὸς Σενθοτμήνιος ἀπὸ Πανοσπόλεως μεμισθωκέναι τὸν Πβῆκιν τῷ Ἁρμιρυμίῳ τῷ καὶ Μέλανι κατὰ τήνδε τὴνενεενην κατὰ μισθοπρασίαν ἐπὶ χρόνον ἔτη ἑξήκοντα ἀπὸ τῆς ἐνεστώσης καὶ ὑποκειμένης ἡμέρας τὸ ὑπάρχον αὐτῷ πλοῖον Ἑλληνικὸν ἀγωγῆς ἀρταβῶν υ πλειόνων ἢ ἐλασσόνων κεχαλατριωμένον καὶ ἐστρωμένον καὶ σεσανιδωμένον διὰ νέως σὺν ἱστῷ καὶ κέρατι καὶ λιναρμένῳλίνῳ ἀρμένῳ καὶ σχοινίοις καὶ κάδοις καὶ κρίκοις καὶ μαγγάνοιςμανγάνοις καὶ πηδαλίοις δυσὶ σὺν οἴαξι καὶ ὄκνοις καὶ κώπαιςκωποις τέσσαρσι καὶ κόντοις πέντε σὺν θηλαῖς σιδηραῖς καὶ θυραβάθραις καὶ διαστήρειδιαστήρι κλιμακίῳ καὶ ἐργάτῃ καὶ ἀγκύραιςἀνκύραις σιδηραῖς δυσὶ σὺν σπάθαις σιδηραῖς καὶ μονοβόλῳμονοβωω ἑνὶ καὶ σχοινίοιςσχοινίος σεβενίνοις καὶ παρόλκῳ καὶ σχοινίοις ἀπογείοιςἀπογίοιςὑπογείοιςὑπογίοις καὶ ἐμβόλια τρία καὶ μέτρῳ ἐνὶ μέτρον ἓν καὶ ζυγῷ καὶ κιλικίῳ καὶ κατώτιον κατὰ γαστρίδαγευστρίδακαταγευστριδα σὺν κώπαιςκώποις δυσὶ ἐξηρτισμένον πᾶσι τοῖς ἀνήκουσιἀνήκοσι καὶ ὀβελίσκῳὀβολίσκῳ σιδηρῷ, φόρου τοῦ συμπεφωνημένου πρὸς ἀλλήλους τοῦ ἑξηκοντα ετοῦς χρόνου ἀργυρίου ταλάντου ἑνὸς καὶ δραχμῶν δισχιλίωνδισχειλίων ἀφʼ ὧν αὐτόθι ἀνειρῆται ὁ Πβῆκις παρὰ τοῦ Ἁρμιρυμίου τοῦ καὶ Μέ λανος ἀργυρίου τάλαντον ἓν γίνεται ἀργυρίου τάλαντον α, τὰς δὲ λοιπὰς τῶν φόρων δραχμὰς δισχιλίαςδισχειλίας ἀποκαταστήσει ὁ Ἁρμιρύμιος ὁ καὶ Μέλας τῷ Πβῆκι παραγινομένου αὐτοῦ εἰς τὸν Πανοπολείτην λαμβάνων παρʼ αὐτοῦ τό τε ναυπηγικὸν τοῦ πλοίου καὶ ἄλλας προκτητικὰς ἀσ φαλείας τοῦ αὐτοῦ πλοίου πρὸς τὸ μένειν αὐτῷ καὶ τὰ ἀπʼ αὐτῶν δίκαια ἐκδιδοῦντος τοῦ Πβήκιος τῷ αὐτῷ Ἁρμιρυμίῳ τῷ καὶ Μέλανι τὰ καθή κοντα γράμματα τῶν αὐτῶν δραχμῶν δισχιλίωνδισχειλίων , ἐντεῦθεν δὲ παρέλαβεν ὁ αὐτὸς παρὰ τοῦ Πβήκιος τὸ προκείμενον πλοῖον σὺν τῇ καταρθίᾳ καὶ τῷ καταγευστρίῳ ἐφʼ ὅρμου Ἀντινοουπόλεως καὶ ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον κρατεῖν καὶ κυριεύειν τὸν Ἁρμιρύμιον τὸν καὶ Μέλανα καὶ τοὺς παρʼ αὐτοῦ τοῦ μεμισθωμένου κατὰ μισθοπρασίαν αὐτῷ πλοίου καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἱρῶνται τρό πον ἀνεμποδίστως, ἔτι δὲ καὶ μεταμισθοῦνμεμισθοῖν καὶ ναυλολογεῖνναυλολογῖνναυτολογεῖνναυτολογῖν καὶ ἐκλέγεσθαιἐκγενέσθαι τὰ ἐξ αὐτοῦ περιγεινόμεναπεριγενόμενα πάντα ἔτι δὲ καὶ λύειν καὶ μεταρρυθμί ζειν τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης τῷ Πβήκει καὶ τοῖς παρʼ αὐτοῦ οὓς καὶ μὴ ἐπελεύσεσθαι ἐπὶ τὸν μεμισθωμένον μηδὲ ἐπὶ τοὺς παρʼ αὐτοῦ τρόπῳ μηδενὶ παρεύρεσειπαρεύρεσι μηδεμίᾳ, ἐὰν δὲ ἐπέλθῃ τις καὶ μὴ βεβαίωσῃ ἡ τε ἔφοδος ἄκυρος ἔστω καὶ προσαποτίσωσι τῷ μεμισθωμένῳ ἢ τοῖς παρʼ αὐτοῦ διπλοῦς τοὺς φόρους εἰς τὸ δημόσιον τοὺς ἴσους καὶ τὰ βλάβη καὶ τὰ δαπανήματα χωρὶς τοῦ κυρίαν καὶ βεβαίαν μένειν τὴν μισθοπρασίαν. Πβῆκις Πεβῶτος Πβήκιος μητρὸς Σενθοτμήνιος ἀπὸ Πανοσ πόλεως μεμίσθωκαμεμίσθοκα κατὰ μισθοπρασίαν ἐπὶ χρόνον ἔτη ἑξήκοντα τὸ ὑπάρχον μοι τὸ προκείμενον πλοῖον Ἑλληνικὸν ἀγωγῆς ἀρταβῶν υ πλειόνων ἢ ἐλασσόνων σὺν κατωθίῳκατοθίῳ κατὰ γαστρίδαγευστρίδακαταγευστρίδα σὺν τῇ προκειμένῳ πάσῃ καταρθίᾳκαταρθείᾳ φόρου ταλάντου ἑνὸς καὶ δραχμῶν δισχιλίανδισχειλειων ἀφʼ ὧν αὐτόθι ἀνειρῆμαι παρʼ αὐτοῦ ἀργυρίου τάλαντον ἕν , τὰς δὲ λοιπὰς δραχμὰς δισχιλίαςδισχειλείας ἀπολήμψομαι παρʼ αὐτοῦ ἐν τῷ Πανοπολείτῃ λαμβάνων παρʼ ἐμοῦ τὰς προκτητικὰςπροκτηθικὰς ἀσφαλείας καὶ παρέδωκαπαρέδοκα αὐτῷ τὸ πλοῖον καὶ βεβαιώσωβεβαιόσω ὡς πρόκειται Ἁρμιρύμιος ὁ καὶ Μέλας ΤήρουςὭρου ἀπὸ Τεντύρης τῆς μητροπόλεως μεμίσθωμαι κατὰκαιτὰ μισθοπρασίανμισθωπρασίαν τὸ προκείμενον πλοῖον φόρου ἀργυρίου ταλάντου ἑνὸς καὶ δραχμῶν δισχιλίωνδισχειλίων ἀφʼ ὧν αὐτόθι ἐξωδίασενἐκξωδίασεν ἀργυρίου τάλαντατάλοντα ἕν , τὰς δὲ λοιπὰςλυπὰς δραχμὰς δισχιλίαςδισχειλίας ἀποκαταστήσωἀποκαταστησο αὐτῶι ὡς ἐπάνωἐπάνου δεδήλωται καὶ ἐντεῦθεντεῦθενκατευθεν ἔλαβον τὸ πλοῖον. Σαραπίων ἔγραψα ὑπὲρ τοῦ πατρὸς γράμματα μὴ εἰδότοςἰδότοςCross-references (3)
- TM-Text 22819 primary
- DDbDP-Text p.lond;3;1164h tier-1
- HGV-Text 22819 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.