Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.3.1164d
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
θ Μαμερτείνου Νείλου ἀργυρίουΜεμερτίνου Νείλου π δραχμῶν χ ἔτους εἰκοστοῦ Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνίνου Παρθικοῦ Μεγίστου ΒρεταννικοῦΒρεντανεικοῦ Μεγίστου Εὐσεβοῦς Σεβαστοῦ μηνὸς ΠανήμουΠανηου Φαρμοῦθι θ. διὰ τῆς Ἀνουβίωνος Ἀμμωνίου Ματιδίου τοῦ καὶ Καλλιτεκνείου ἐν Ἀντινοουπόλει χρηματιστικῆς τραπέζης. Μαμερτῖνος Νείλου τοῦ Ἰσιδώρου Νερουιάνιος ὁ καὶ ΕἰρηνιεὺςΕἰρηνιεως Ἁρποκρατίωνι Ἀντωνᾶ τοῦ Σαραπίωνος Ματιδίῳ τῷ καὶ Δημητριεῖ ἀπεσχηκέναι τὸν Ἁρποκρατίωνα παρὰ τοῦ Μαμερτίνου ἀνθʼ ὧν ὀφείλειὀφίλει αὐτῷ κατὰ δισσὸν χειρόγρα φον γεγονὸς τῷ ιϛ ἔτει τῆς εὐτυχεστάτης ταύτης αὐτοκρατορίας μηνὶ Φαρμοῦθι τὸ καὶ δεδημοσιωμέ νον ἐν τῷ καταλογείῳ ἐξ οὗ καὶ τὰ ἑξῆς νόμιμα πάντα ἐτελείωσεν μέχρι ἐμβαδείας καὶ αὐτῆς ἐμβαδείας κεφαλαίου ἀργυρίου δραχμῶν τριακοσίων τριάκοντα καὶ τόκων αὐτῶν καὶ τελῶν καὶ δαπα νῶν τῶν νομίμων τὰς ἐπὶ διαλύσειδιαλύσι κατὰ παράκλησιν ὑπὲρ διαλύσεως πάσης τινοσοῦν ὀφειλῆςὀφιλῆς καὶ ἀνακομιδῆς τοῦ ἐμβαδευθέντοςἐμβατευθέντοσ τρίτου μέρους ὑπάρχοντος τῷ αὐτῷ Μαμερτίνῳ οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων πάντων οὔσης ἐν τῷ β γράμματι πλινθίῳ ζ βορρείῳβορρίῳ τῆς Ἀντινόου ἀργυρίου δρα χμὰς ἑξακοσίας γίνονται ἀργυρίου δραχμὰς δραχμαὶ χ, ἀντὶ πλειόνων ὀφειλομένωνὀφιλομένων πάντα εἰς περίλυσιν καὶ ἀκύρωσιν καὶ ἀθέτησιν πάσης τινοσοῦν ὀφειλῆςὀφιλῆς καὶ τῶν τελειωθέντωντελειοθέντων νομίμων πάντων καὶ μηδὲν ἐνκαλεῖν μηδὲ ἐγκαλέσεινἐνκαλέσιν τὸν Ἁρποκρᾶν μηδὲ τοὺς παρʼ αὐτοῦ μηδὲ ἄλλους ὑπὲρ αὐτοῦ τῷ Μαμερτίνῳ μηδὲ τοῖς παρʼ αὐτοῦ περὶ μηδενὸς ἁπλῶς τὸ σύνολον ἐνγράφου ἢ ἀγράφου καὶ ἀνέδωκεν αὐτῷ ἃ εἴχεν παρʼ ἑαυτῷ ἐκ τῆς πράξεως τῶν νομίμων βιβλία πάντα εἰς ἀκύρωσιν καὶ ἀθέτησιν ὡς ἐπάνω δεδήλωται. Ἁρποκρατίων Ἀντωνᾶ Ματίδιος ὁ καὶ Δημητριεὺς ἀπέσχον παρὰ τοῦ Μαμερτίνου τὰς τῆς περιλύσεωςμετὰ περιλύσεωσ καὶ ἀνακομιδῆς οὗ ἐνεβάδευσα αὐτοῦ τρίτου μέρους τῆς προκειμένηςπροκιμένης οἰκίας καὶ χρησ τηρίων πάντων ἐξἐκξ ὧν ἐτελείωσαἐτελίωσα νομίμωννόμιμα πάντων ἐπὶ διαλύσειδιαλύσι ἀργυρίου δραχμὰς ἑξακοσίας ἐπὶ διαστολαῖς πάσαις ταῖς προκειμέναις. Μαμερτῖνος Νείλου ἐξωδίασα ὡς πρόκειταιCross-references (3)
- TM-Text 22815 primary
- DDbDP-Text p.lond;3;1164d tier-1
- HGV-Text 22815 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.