Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.lond.3.1164c
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
σειμ πολει ἀναγραφόμενον ο ἐπιγραφόμενος Ἀθηναιεὺς ὁ καὶ Ἐριχθόνιος Ἀλεξάνδρῳ Ἰσιδώρου Ἀλε ξάνδρου Ματιδίῳ τῷ καὶ ΚαλλιτεκνίῳΚαλλειτεκνίῳ πεπρακέναι τὸν Ἀλέξανδρον τῷ Κορνηλίῳ ἀπὸ τοῦ νῦν εἰς τὸν ἀεὶ χρόνον τὸ ὑπάρχον αὐτῷ ἀπὸ δικαίου παραχωρήσεως γενομένης εἰς αὐτὸν ἐν τῷ ὄντιαὐτὸν τι μηνὶ Φαρμοῦθι τοῦ ἐνεστῶτος ἔτους κατὰ διαγραφὴν τῆς αὐτῆς τραπέζης ἀπὸ τέκνων Χαι ρήμονος Ἀμμωνίου Σεβαστείου τοῦ καὶ Ἡρακλείου μετηλ λαχότος μέρος ἥμισυ οἰκίας διστέγου σὺν καταγαίῳκαταιγαίῳ καὶ αὐλῆς καὶ χρηστηρίων καὶ ἀνηκόντων πάντων ἐν τῷ δ γράμματι πλινθίῳ ζ τῆς Ἀντινόου, τῆςτη ὅλης οἰκίας γείτονεςγίτονες νότου ῥύμη δημοσία διʼ ἧς εἴσοδος καὶ ἔξοδος, βορρᾶ Τιθοητίωνος καὶ ἄλ λων, ἀπηλιώτου Κορνηλίου καὶ ἄλλων, λιβὸς ἑτέρα οἰκία τρίστε γος τοῦ πωλοῦντος ἢ οἳ ἐὰν ὦσιν γείτονες πάντοθεν, καὶ ἀνῃρῆσθαι τὸν πωλοῦντα παρὰ τοῦ ὠνουμένου τὴν συνπεφωνημένην πρὸς ἀλλήλους τιμὴν ἀργυρίου δραχμὰς ἑξακοσίας γίνονται ἀργυρίου δραχμαι χ, κρατεῖν οὖν καὶ κυριεύειν τὸν ὠνούμενον Κορνήλιον τοῦ ἡμίσους μέρους τῆς οἰκίας καὶ αὐλῆς καὶ χρηστηρίων πάντων καὶ διοικεῖν καὶ ἐπιτελεῖν περὶ αὐτοῦ ὡς ἐὰν αἱρῶνται ἀνεμποδίστως τῆς βεβαιώσεως διὰ παντὸς πρὸς πᾶσαν βεβαίωσιν ἐξακολουθούσης τῷ πω λοῦντι Ἀλεξάνδρῳ καὶ τοῖς παρʼ αὐτοῦ καὶ πάντα τὸν ἐπελευ σόμενον τούτου χάριν καθʼ ὁντιναοῦν τρόπον ἀποστή σεινἀποστήσιν αὐτὸν παραχρῆμα ἰδίαιςεἰδίαις αὐτοῦ δαπάναις ἢ ἐκτίσεινἐκτείσιν τῷ ὠνουμένῳ καὶ τοῖς παρʼ αὐτοῦ διπλῆν τὴν τιμὴν καὶ εἰς τὸ δημόσιον τὴν ἴσην καὶ τὰ βλάβη καὶ τὰ δαπανήματα χωρὶς τοῦ κυρίαν εἶναι τὴν πρᾶσιν. Ἀλέξανδρος Ἰσιδώρου Ματίδιος ὁ καὶ Καλλιτέκνιος πέπρακα τῷ Κορνηλίῳ τὸ ὑπάρχον μοι μέρος ἥμισυἥμισου τῆς προκειμένης οἰκίας διστέγου καὶ αὐλῆς καὶ χρηστηρίων πάντων καὶ ἀπέσχον τὴν τιμὴντειμὴν ἀργυ ρίου δραχμὰς ἑξακοσίας καὶ βεβαιώσω πάσῃ βεβαιώσει ὡς πρόκιται. Κορνήλιος ἐώνημαιἐώνημε ὡς πρόκιταιCross-references (3)
- TM-Text 22814 primary
- DDbDP-Text p.lond;3;1164c tier-1
- HGV-Text 22814 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.