Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

bgu.7.1573

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

Ἀπολλινάριος στρατηγὸς Ἀρσινοείτου Ἡρακλείδου μερίδος τῷ δεῖνι καὶ τῷ δεῖνι βιβλιοφύλαξι ἐνκτήσεων χαίρειν. τοῦ παρακομισθέντος ἀπὸ διαλογῆς χρηματισμοῦ ἐμβαδείας καὶ τῶν ἄλλων περὶ τῆς γεγενημένης ἐμβαδείας οἰκονομιῶν τῶν ἐπισταλεισῶν μοι ὑπὸ τοῦ δεῖνος ὑπογραμματέως πόλεως καὶ πρεσβυτέρου κώμης Ἱερᾶς διαδεχομένου τὰ κατὰ τὴν κωμογραμματείαν τὰ ἀντίγραφα ὑμῖνὑμεῖν ἐπέστειλα διὰ Διονυσίου ὑπηρέτου πρωτοπραξίας οὔσης τῷ φίσκῳ. ἔτους ε Αὐτοκράτορος Καίσαρος Τίτου ΑἰλίουΑἰλείου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς παρὰ Λουκίου Ἑρεννίου Οὐάλεντος τῶν γεγυμνασιαρχηκότων διὰ Ἥρωνος φροντιστοῦ. οὗ παρεκόμισα ἀπὸ τῆς διαλογῆς χρηματισμοῦ ἐμβαδείας καὶ τῶν περὶ τῆς γεγενημένης ἐμβαδείας οἰκονομιῶν τὰ ἀντίγραφα ἐπιδέδωκα καὶ ἀξιῶ, ὡς καθήκει. ἔτους ε . Ἀπολλιναρίῳ στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ τοῦ δεῖνος ὑπογραμματέως πόλεως καὶ πρεσβυτέρου κώμης Ἱερᾶς διαδεχομένου τὰ κατὰ τὴν κωμογραμματείαν. τῶν ἐπισταλεισῶν μοι ὑπὸ τῶν ἐπιτηρητῶν ξενικῶν πρακτορείας οἰκονομιῶν τὰ ἀντίγραφα ἐπέστειλά σοι, ὥστε ἐπιστεῖλαί σε αὐτὰς τοῖς ἐγκτήσεων βιβλιοφύλαξιν ἐπὶ τῷ ποιεῖν αὐτοὺς τὴν μετάθεσιν εἰς τὸ τοῦ Ἑρεννίου ὄνομα, ὡς καθήκει. ἔστι δὲ τὰ ἀντίγραφα. Ἁρποκρατίων καὶ Ἄρειος ἐπιτηρηταὶ ξενικῶν πρακτορείας Ἀρσινοείτου νομοῦ τῷ δεῖνι ὑπογραμματεῖ πόλεως καὶ πρεσβυτέρῳ κώμης Ἱερᾶς διαδεχομένῳ τὰ κατὰ τὴν κωμογραμματείαν χαίρειν. τοῦ ἐπισταλέντος ἡμῖνἡμεῖν ὑπὸ σοῦ χρηματισμοῦ ἐμβαδείας τὸ ἀντίγραφον ὑπόκειται. ἐπελθόντες οὖν ἐπὶ τοὺς τόπους εἰς τὴν αὐτὴν οἰκίαν καὶ αἴθριον καὶ αὐλὴν τῷ αὐτοῦ κινδύνῳ πρὸ τοῦ τελειῶσαιτελιῶσαι τὰ τῆς ἐμβαδείας νόμιμα βασιλικ γραμματ . Ἁρποκρατίων σεσημείωμαισεσημέωμαι. Ἄρειος σεσημείωμαι. ἔτους ε κζ τὸ δὲ . Ἀπολλινάριος στρατηγὸς Ἀρσινοείτου Ἡρακλείδου μερίδος τοῖς ἐπιτηρηταῖς ξενικῶν πρακτορείας χαίρειν. τῆς ἐπιδοθείσης μοι ἀντιρρήσεως τὸ ἀντίγραφον ὑπέταξα, ἵνʼ εἰδῆτε. ἔτους ε . ἔστι δὲ τὸ ἀντίγραφον τῆς ἀντιρρήσεως· Ἀπολιναρίῳ στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Πτολεμαίου ος καὶ Ψο Λουκίου Ἑρεννίου Οὐάλεντος τῶν γεγυμνασιαρχηκότων διὰ Ἥρωνος φροντιστοῦ τὸ ἀντίγραφον ὑπόκειται. ἐνεβιβα τον ἐλαιουργεῖον καὶ συνοικίδιον καὶ ἐν ἑτέροις οἰκοπέδοις καὶ ἐν ἑτέρᾳ σφραγῖδισφραγεῖδι ἥμισυ μέρος ψιλοῦ τόπου ἔτους ε Αὐτοκράτορος Καίσαρος Τίτου ΑἰλίουΑἰλείου Ἁδριανοῦ ἈντωνίνουἈντωνίνο Σεβαστοῦ Εὐσεβοῦς . Ἁρποκρατίωνι καὶ Ἀρείῳ τοῖς τοῦ Ἀρσινοείτου νομοῦ ἐπιτηρηταῖς ξενικῶν πρακτορείας παρὰ τοῦ δεῖνος ὑπογραμματέως πόλεως καὶ πρεσβυτέρου κώμης Ἱερᾶς διαδεχομένου τὰ κατὰ τὴν κωμογραμματείαν τῶν κωμῶν Ἱερᾶς καὶ Αὐήρεως. τοῦ παρακομισθέντος ἀπὸ τῆς διαλογῆς χρηματισμοῦ ἐμβαδείας καὶ τῶν ἄλλων οἰκονομιῶν τὰ ἀντίγραφα ἐπέστειλα ὑμῖν, ἵνα ἐμβιβάσητε τὸν Ἑρέννιον εἰς τὰ διʼ αὐτῶν δηλούμενα ομένου πρωτοπραξίας οὔσης τῷ φίσκῳ ὡς πρὸς ὑμᾶς τοῦ λόγου ἐσομένου Ἀπολλιναρίῳ στρατηγῷ Ἀρσινοείτου Ἡρακλείδου μερίδος παρὰ Λουκίου Ἑρεννίου Οὐάλεντος τῶν γεγυμνασιαρχηκότων διὰ ἭρωνοςἩρωνο φροντιστοῦ. οὗ παρεκόμισα ἀπὸ διαλογῆς ἐμβαδείας ε ἔτους Ἐπεὶφ χρηματισμοῦ τὸ ἀντίγραφον ὑπέταξα καὶ ἀξιῶ ἐπιστεῖλαί σε ἑνὶ τῶν περὶ σὲ ὑπηρετῶν, ὅπως μεταδοθῇ τοῖς οὖσι ἐν τοῖς καταγεγραμμένοις, ἵνα ἐκχωρήσωσιν ἐν ἡμέραις ι, κελεῦσαι δὲ τῷ δεῖνι πρεσβυτέρῳ κώμης Ἱερᾶς διαδεχομένῳ τὰ κατὰ τὴν κωμογραμματείαν τῶν κωμῶν Ἱερᾶς καὶ Αὐήρεως ἐμβιβάσαι ἐμὲ εἰς τὰ διὰ τοῦ χρηματισμοῦ δηλούμενα καὶ ψιλοὺςψειλοὺς τόπους τῷ δεῖνι πρεσβυτέρῳ κώμης Ἱερᾶς διαδεχομένῳ τὰ κατὰ τὴν κωμογραμματείαν παρὰ Λουκίου Ἑρεννίου Οὐάλεντος τῶν γεγυμνασιαρχηκότων διὰ Ἥρωνος φροντιστοῦ. οὗ παρεκόμισα ἀπὸ διαλογῆς χρηματισμοῦ ἐμβαδείας συντ ἑαυτοῦ ἐκ τούτων ἐν ἡμέραις ι τοῖς προστεταγμένοις ἀκολούθως. ἔτους ε Ἀντωνίνου Σεβαστοῦ τοῦ κυρίου ἔτους ε Αὐτοκράτορος Καίσαρος Τίτου Αἰλίου Ἁδριανοῦ Ἀντωνίνου Σεβαστοῦ Εὐσεβοῦς μηνὸςμηνο Σεβαστοῦ ιζ· σχος γραμματεὺς χρηματισταὶ ὁ δεῖνα καὶ ὁ δεῖνα οἱ τὰς ἐντεύξεις διαλέξαντες· ἀναγνωσθείσης ἐντεύξεως Λουκίου Ἑρεννίου Οὐάλεντος τῶν γεγυμνασιαρχηκότων, τῆς δὲ διὰ αὐτῆς σημαινομένηςσημενομένης καταγραφῆς ὑπογεγραμμένης ἐπενηνεγμένης καὶ τοῦ λεγομένου διαπεστάλθαι Ἥρωνος ὑπογεγραφότος διαπεστάλθαι πρὸς τὴν τοῦ χρηματισμοῦ τελείωσιν συνεκρίναμεν γραφῆναι καὶ πεμφθῆναι τῆς ἐντεύξεως ἀντίγραφον τῷ τοῦ Ἀρσινοείτου Ἡρακλείδου μερίδος στρατηγῷ, ἵνʼ, ἐὰν παρὼν ὁ Λούκιος ἙρέννιοςἙρέννιο Οὐάλης εὐδοκῇεὐδοκεῖ τούτοις καὶ προῆται τὴν καθήκουσαν χειρογραφίαν περὶ τοῦ ἀληθῆ εἶναι τὰ διὰ τῆς ἐντεύξεως δεδηλωμένα καὶ μηδὲν ὑπεναντίον ᾠκονομῆσθαι τὸ τηνικαῦτα, διαστειλάμενος τοῖς οὖσι ἐν τοῖς καταγεγραμμένοις ἐκχωρεῖν ἐκ τούτων ἐν ἡμέραις ι μετὰ ταύτας ποιῆται τὰ τῆς ἐμβαδείας ὃν τρόπον καθήκει τοῖς προστεταγμένοις ἀκολούθως. τῷ δεῖνι. Λούκιος Ἑρέννιος Οὐάλης τῶν γεγυμνασιαρχηκότων καταγέγραμμαι κατὰ τὰ προτετελειωμένα γράμματα ἐνεχυρασίας καὶ προσβολῆς τῶν Νεικολάου καὶ ΠτολεμαίουΠτολεμαίο τοῦ Νεικολάου εἰς μὲν τὴν τραπ ἐλαιουργεῖον καὶ συνοικίδιον καὶ ἐν ἑτέροις οἰκοπέδοις καὶ ἐν ἑτέρᾳ σφραγῖδισφραγεῖδι ἥμισυ μέροςμέρους ψιλοῦψειλοῦ τόπου καὶ τέταρτον μέρος συνοικίας καὶ ἐν ᾧ ὑποδοχεῖα καὶ ἀμπελῶνος ἀναδενδραδικοῦἀναδενδρατικοῦ ἄρουραι β, ἐν ᾧ φρέαρ καὶ ὑποδοχεῖα καὶ περὶ Βουκόλων ἱερᾶς γῆς ἈσκλᾶτοςἈσκλατο πρὸςπρὸ ἀργυρίου δραχμὰς Δξδ καὶ Πετρωνίας τῆς Διοσκόρου πρὸς ἀργυρίου δραχμὰς Αξ, εἰς ἃ ἐμβαδεῦσαι βουλόμενος δέομαι ἐπὶ τῆς διαλογῆς συγκρῖναι γράψαι τῷ τοῦ Ἀρσινοείτου Ἡρακλείδου μερίδος στρατηγῷ ἐμβιβάσαι ἐμὲ εἰς τὰ καταγραφέντα ὡς πρόκειται πάντα καὶ συνεπισχύειν μοι ἐν τῇ τούτων κρατήσει καὶ κυρείᾳ καὶ ἀποφορᾷἀποσφορᾷ τῶν περιγινομένων καὶ ἐν οἷς ἐὰν ἄλλοις αὐτοῦ προσδέωμαιπροσδέομαι περὶ τούτων τοῖς προστεταγμένοις ἀκολούθως ἐν μηδενὶ ἁπλῶς ἐλαττουμένου μου· πρὸς δὲ τὴν χρηματισμοῦ τελείωσιν διαπέσταλμαι τὸν Ἥρωνα. ἔτους Ἀντωνίνου Σεβαστοῦ τοῦ κυρίου ὁ δεῖνα ὑπηρέτης μεταδέδωκα τῷ ἐπιδικεντι ΝικολάῳΝικαλάῳ ἐνώπιον, ὡς καθήκει.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.