Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.oxy.41.2972
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἀντίγραφον. ἔτους πέμπτου Αὐτοκράτορος Καίσαρος Οὐεσπασιανοῦ Σεβαστοῦ μηνὸς Σεβαστοῦ β, ἐν κώμηι Νεμερῶν τῆς μέσης τοπαρχίας τοῦ Ὀξυρυγχείτου. ὁμολογοῦσιν Διονύσιος καὶ Μνησιθῆς ἀμφότεροι Θέωνος τοῦ Θέωνος μητρὸς Σινθοώνιος τῆς καὶ Ὠφελοῦτος τῆς Σαρα πίωνος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως Ἀριστίωνι Προμάχου τοῦ Ἀριστίωνος μητρὸς Ταύριος τῆς Ἡνιόχου τῶν ἀπὸ τῆς αὐτῆς πόλεως καὶ τῆι τούτου γυναικὶ Ἁγνῆι Πτολεμαίου τοῦ Πτολεμαίου μητρὸς Σεναμούνιος τῆς Διονυσίου τῶν ἀπὸ τῆς προκειμένης κώμης Νεμερῶν μετὰ κυρίου τοῦ αὐτοῦ Ἀριστίωνος ἐν ἀγυιᾶι πεπρακέναι τοὺς ὁμολογοῦντας τῶι τοῦ Ἀριστίωνος καὶ Ἁγνῆτος υἱῶι Προμάχωι ὄντα νυνὶνυνεὶ ἀποδήμωι καὶ τῆι Ἁγνῆι τὸ ὑπάρχον αὐτοῖς μητρικὸν ἥμισυ μέρος οἰκίας ἐκἐγ μέρους συμπεπτωκυίας καὶ τῶν ἐξ ἀπηλιώτου ταύτης τόπων λεγομένων προνησίου καὶ τῆς εἰς αὐτὸ εἰσόδου καὶ ἐξόδου καὶ τῶν συνκυρόντων τῶν ὄντων ἐν τῆι δηλουμένηι κώμηι Νεμερῶν ἀφʼ ὧν τῶι μὲν Προμάχωι ἥμισυ τέταρτον ὄγδοον ἑκκαιδέκατον μέρος τοῦ δηλουμένου ἡμίσυς μέρους τῆς οἰκίας καὶ τόπων τῆι δὲ Ἁγνῆι τὸ λοιπὸν ἑκκαιδέκατον μέρος τούτων. γείτονες τῆς ὅλης οἰκίας καὶ τῶν τόπων νότου καὶ ἀπηλιώτου πρότερον Προμάχου τοῦ Ἀριστίωνος νεω τέρου βορρᾶ τοῦ τε προγεγραμμένου Ἀριστίωνος καὶ τοῦ ἀδελφοῦ Ἀμύντου λιβὸς ἐκἐγ μὲν τοῦ ἀπὸ βορρᾶ μέρους τοῦτοτ τοῦ Ἀριστίωνος καὶ Ἀ μύντου ἑτέρου ἀδελφοῦ Ἡνιόχου καὶ Ἀκώριος τοῦ Ἀριστίωνος ἐκἐγ δὲ τοῦ ἀπὸ νότου Ἀπαροῦτος τῆς Ἀριστίω νος. καὶ αὐτόθεν ἀπέχειν τοὺς ὁμολογοῦντας παρὰ μὲν τοῦ Ἀριστίωνος εἰς τὸν τοῦ υἱοῦ αὐτοῦ Προμάχου λόγον παρὰ δὲ τῆς Ἁγνῆτος εἰς τὸν ἑαυτῆς λόγον τὴν συμπε φωνημένην πρὸς ἀλλήλους τούτου τιμὴν καθʼ ἃ ἕκαστος ἔχει μέρη ἐπὶ τὸ αὐτὸ τιμὴν ἀργυρίου δραχμὰς ἑπτακοσίας πεντήκοντα δύο ἐκ πλήρους διὰ χειρὸς ἐξ οἴκου. κρατεῖν οὖν καὶ κυριεύειν ἕκαστον τῶν ὠνουμένων τόν τε Πρόμαχον καὶ τὴν Ἁγνῆν καθʼ ἃ ἕκαστοςἑκαστον αὐτῶν ἔχει μέρημέρηι καὶ χρᾶσθαι καὶ οἰκο νομεῖν περὶ αὐτοῦ καθʼ ὃν ἐὰν αἱρῆται τρόπον καὶ ἐπά ναγκον τοὺς ὁμολογοῦντας παρέξασθαι τῶι Προμάχωι καὶ Ἁγνῆι τὸ αὐτὸ ἥμισυ μέρος τῆς οἰκίας καὶ τῶν τόπων ὅ ἐστιν ἐκ τοῦ ἀπὸ νότουCross-references (3)
- TM-Text 16536 primary
- DDbDP-Text p.oxy;41;2972 tier-1
- HGV-Text 16536 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.