Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.fouad.1.51
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἀντίγραφον ὁμολογίας. ἔτους δεκάτου ΑὐτοκράτοροςΑὐτοκρατοκράτορος Καίσαρος Τραιανοῦ Ἁδριανοῦ Σεβαστοῦ, Φαρμοῦθι γ, ἐν Τεβτύνει τῆς Πολέμωνος μερίδος τοῦ Ἀρσινο είτου νομοῦ. ὁμολογοῦσιν Δεῖος ὡς ἐτωνἐτω εἰκο σι , οὐλὴ δακτύλῳ δευτέρῳ χειρὸς ἀριστερᾶς, καὶ Τύραν νος ὁ καὶ Ἰσίδωρος ὡς ἐτῶν δέκα ὀκτὼ , οὐλὴ μετώπῳ ἐξ ἀριστερῶν ὑπὸ τρίχα, ἀμφότεροι Ζεύξιδος τοῦ Δείου, Σωσικόσμειοι οἱ καὶ Ἀλθαιεῖς, ἀλληλέγγυοιἀλληλένγυοι εἰς ἔκτισιν, Ἱππάλῳ Σαραπᾶ τοῦ Ἀρείου ὡς ἐτῶν τεσσεράκοντα πέντε , οὐλὴ δακτύλῳ δευτέρῳ χειρὸς ἀριστερᾶς, ἔχειν παρʼ αὐτοῦ Ἱππά λου παραχρῆμα διὰ χειρὸς ἐξ οἴκου χρῆσιν ἔν τοκον ἀργυρίου κεφαλαίου δραχμὰς τετρακοσίας ἐνενήκοντα ἕξ , καὶ ἐπάναγκον τοὺς ὁμολο γοῦντας Δεῖον καὶ Τύραννον τὸν καὶ Ἰσίδωρον ἀποδώσεινἀποδώσιν τῷ Ἱππάλῳ τὰς τῆς χρήσεως ἀργυρίου κεφαλαίου δραχμὰς τετρακοσίας ἐνενήκοντα ἓξ καὶ τοὺς τόκους, ἐν μηνὶ Φαμενὼθ τοῦ εἰσίοντος ἑνδεκάτου ἔτους ἄνευ πάσης ὑπερθέσεως καὶ εὑ ρησιλογίας, τῆς πράξεως οὔσης τῷ Ἱππάλῳ ἔκ τετου τῶν ὁμολογούντων καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἐὰν αὐτῶν αἱρῆται καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πα πάντων, καθάπερ ἐκ δίκης. Δεῖος Ζεύξιδος Σωσικόσμειος ὁ καὶ Ἀλθαιεὺς ὁμολογῶ ἔχειν ἅμα τῷ ἀδελφῷ μου Τυράννῳ τῷ καὶ Ἰσιδώρῳ ἐξ ἀλλη λεγγύης παρὰ τοῦ Ἱππάλου διὰ χειρὸς χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς τετρακοσίας ἐνενή κοντα ἕξ , ἃς καὶ ἀποδώσομεν ἐν μηνὶ Φαμενὼθ τοῦ εἰσίοντος ἑνδεκάτου ἔτους ἀνυπερθέτως καθὼς πρόκειται. Τύραννος ὁ καὶ Ἰσίδωρος Ζεύξιδος, Σωσικόσ μειος ὁ καὶ Ἀλθαιεὺς, ὁμολογῶ ἔχειν ἅμα τῷ ἀδελφῷ μου Δείῳ ἐξ ἀλληλεγγύηςἀλληλενγυίης παρὰ τοῦ Ἱππάλου διὰ χει ρὸς χρῆσιν ἔντοκον ἀργυρίου κεφαλαίου δραχμὰς υϙϛ ἃς καὶ ἀποδώσομεν ἐν μηνὶ Φαμενώθ τοῦ εἰσίοντος ἑνδεκάτου ἔτους καθὼς πρόκειται ασι εCross-references (3)
- TM-Text 11193 primary
- DDbDP-Text p.fouad;1;51 tier-1
- HGV-Text 11193 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.