Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.koeln.14.561
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλεύοντος Πτολεμαίου τοῦ Πτολεμαίου καὶ Κλεοπάτρας θεῶν Ἐπιφανῶν ἔτους θ ἐφ’ ἱερέως Ἀπολλοδώρου τοῦ Ζήνωνος Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεῶν Φιλομητόρων ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος Κλεαινέτης τῆς Κομανοῦ κανηφόρου Ἀρσινόης Φιλαδέλφου Σαραπιάδος τῆς Ἀπολλωνίου ἱερείας Ἀρσινόης Φιλοπάτορος Εἰρήνης τῆς Πτολεμαίου ἀντίγραφα χρηματισμῶν ἀπὸ τοῦ κληρωτοῦ δικαστηρίου ἀπὸ μηνὸς Δαισίου ἕως μηνὸς Αρ Λώιου Αἰγυπτίων δὲ ἀπὸ μηνὸς Χοιὰχ ἕως μηνὸς Μεχείρ. Δαισίου α ἕως δ Αἰγυπτίων ου εἰσαγωγέως Χοιὰχ α ἕως δ οὐθέν. ε ἀχρημάτιστος διὰ τὴν νηστείαν ς ζ οὐθέν. η Αἰγυπτίων η ὁ δεῖνα τοῦ δεῖνος Ἡρακλεώτης τῆς ἐπιγονῆς Ἀπολλωνίωι Ἐπικράτους Ἡρακλεώτηι τῆς ἐπιγονῆς καθὰ συνήλλαξεν. ὅτι τοῦ ἔτους μηνὸς Δίου Παχὼν δανεισάμενος παρ’ ἐμοῦ πυρῶν ἀρτάβας κατὰ συγγραφὴν ἐφ’ ἧς συγγραφοφύλαξ Πτολεμαῖος καὶ τῆς συγγραφῆς διαγορευούσης ἄλλα τε καὶ ἀποδοῦναί σε ἐμοὶ τὸν σῖτον τοῦτον ἐμ μηνὶ Αἰγυπτίων τοῦ αὐτοῦ ἔτους, ἐὰν δὲ μὴ ἀποδῶις καθὰ γέγραπται, ἀποτῖσαί σε ἐμοὶ τιμὴν ἑκάστης ἀρτάβης τῶν πυρῶν δραχμ , καὶ τοῦ κατὰ τὴν συγγραφὴν χρόνου διελθόντος καὶ πλείονος ἐπιγεγονότος καὶ σὺ ἀπηιτημένος ὑπό μου καὶ πλεονάκις τὰς ἀρτάβας τῶν πυρῶν οὐκ ἀποδέδωκάς μοι, διό σοι δικάζομαι ἐν τῶι ἐν Ἡρακλέους πόλει τῆι ὑπὲρ Μέμφιν κληρωτῶι δικαστηρίωι κατὰ τὴν τοῦ δανείου συγγραφὴν τῆς τῶν ἀρταβῶν τῶν πυρῶν τιμῆς χαλκοῦ νομίσματος δραχμ , τίμημα τῆς δίκης χαλκοῦ νομίσματος δραχμ .τὸ ἀδίκημα ἐγένετο ὅτε ἀπαιτηθείς ὑπ’ ἐμοῦ οὐκ ἀπέδωκάς μοι. ἔτους ἐφ’ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν, καὶ θεῶν Φιλομητόρων ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος τῆς οὔσης ἐν Ἀλεξανδρείαι κανηφόρου Ἀρσινόης Φιλαδέλφου τῆς οὔσης ἐν Ἀλεξανδρείαι ἱερείας Ἀρσινόης Φιλοπάτορος τῆς οὔσης ἐν Ἀλεξαδρείαι μηνὸς Ἀρτεμισίου. κέκλησαι δὲ καὶ τὸ ἔγκλημα δέδωκά σοι ἐνωπίωι ἔτους θ μηνὸς κλήτορες· Σεύθης Λυσίμαχος Δημητρίου ρς τῆς ἐπιγονῆς. ἦν δὲ ὡς ἐτῶν vestiges οὐλὴ ὑπὲρ ὀφρύι δεξιᾶι vestiges ς Σεύθης ὡς ἐτῶν οὐλὴ ῥινὶ μέσηι Λυσίμαχος ὡς ἐτῶν λ vestiges κλαστος vestiges θ Αἰγυπτίων θ κάλαθον ι Αἰγυπτίων ι vestiges ια Αἰγυπτίων ια ψαμεν vestiges oσ ιω vestiges ταιδ χαλκοῦ εενατην του δι δια δι vestiges και ταιος ιβ Αἰγυπτίων ιβ ἀχρημάτιστος κ Αἰγυπτίων κ ἀχρημάτιστος ωυκ συγγραφὴν vestiges θ ε κουτομ αιτου vestiges ειτ vestiges επολ υμεν οσω κέκλησαι δὲ ω Δαισίου μισCross-references (3)
- TM-Text 697569 primary
- DDbDP-Text p.koeln;14;561 tier-1
- HGV-Text 697569 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.