Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.oxy.22.2351

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐμίσθωσεν Φρατρῆς Ἀρθοώνιος τοῦ Ἀρ θοώνιος τῶν ἀπʼ Ὀξυρύγχων πόλεως ἱερεύς Θοήριδος καὶ Ἴσιδος καὶ Σαράπιδος καὶ τῶν συν νάων θεῶν μεγίστων Τοτοῇ τῷ καὶ Πλουτάρ χῳ καὶ Παχνούμει ἀμφοτέροις Παχνούμιος τοῦ Τοτοέως μητρὸς Θαήσιος καὶ Τοτοῇ ΠετσίριοςΠατσίριοςΠαπίριος τοῦ Τοτοέως μητρὸς Ταχνούμιος τοῖςτοι τρισὶ ἀπὸ κώμης ΤανάεωςΤαναίεως ΠέρσαιςΠέρσαι τῆς ἐπιγο νῆς εἰς ἔτη τέσσαρα ἀπὸ τοῦ ἐνεστῶτος ἑκκαιδεκάτου ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου ἀπὸ τῶν ὑπαρχόντων αὐτῷ καὶ τῷ ἀδελφιδῷ αὐτοῦ Ἀρθοώνει Πετεύριος περὶ τὴν αὐτὴν ΤανάϊνΤαναίιν ἐκ τοῦ Νικαίου κλήρου ἀρούρας εἴκοσι τέσσαρας ὥστε σπεῖ ραι κατʼ ἔτος τὸ μὲν ἥμισυ πυρῷ τὸ δὲ ἕτε ρον ἥμισυ ξυλαμῆσαι ἄρακι ἐκφορίου κατʼ ἔτοςἔτους τῆς μὲν πυρῷ ἀνὰ πυροῦ ἀρτάβας ὀκτὼ ἥμισυ τῆς δὲ ἐν ἄρακι ἀνὰ πυροῦ ἀρτάβας δύο ἢ ἀργυρίου δραχμὰς εἴκοσι τέσσαρας ἄρτων ἀρτάβης μιᾶς κατʼ ἔτος παιδαρίοις ἀρτάβης ἥμισυ . ὁμολογοῦσι δὲ οἱ μεμισθωμένοι ἐσχηκέναι καὶ παρα μεμετρῆσθαι παρὰ τοῦ Φατρέως εἰς σπέρ ματα τῆς γῆς τοῦ ἐνεστῶτος ἔτους ἀδια φόρους ἀρτάβας δώδεκα καὶ προσομολο γοῦσι οἱ αὐτοὶ μεμισθωμένοι ὀφείλεινὀφίλειν τῷ Φατρῆτι ἀπὸ λοιπογραφίας ἐκφορίων τῶν αὐτῶν ἀρουρῶν πυροῦ ἀρτάβας ἐνενήκον τα δύο ἐξ ὧν δώσουσι οἱ μεμισθωμένοι ἐπὶ μὲν τὰ πρῶτα ἔτη τρία κατʼ ἔτος πυροῦ ἀρτάβας εἴκοσι . τὰς δὲ λοιπὰς τῆς ὀφειλῆς πυροῦ ἀρτάβας τριάκοντα δύο χαριεῖταιχαριε͂τε αὐτοῖς ὁ Φατρῆς ἐὰνπερ εὐδωσιδικῶσιεὐδωσιτικῶσι οἱ μεμισθωμένοι ἐν τῇ ἀποδόσει τῶν προκειμένων ἐκφορίων καὶ σπερμάτων καὶ τῶν τῆς κατʼ ἔτος ἐπὶ τὸν τριετῆ χρό νον ὀφειλῆς κατʼ ἔτος ἀνὰ πυροῦ ἀρτάβας εἴκοσι ἀκινδύνων παντὸς κινδύνου τῶν τῆς γῆς δημοσίων ὄντων πρὸς τὸν μεμισθωκότα τῶν δὲ καρπῶν κυριευ έτω ἓως ἂν τὰ ὀφειλόμενα αὐτῷ κατʼ ἔ τος κομίσηται. τῆς δὲ μισθώσεως βεβαιουμένης ἀποδότωσαν οἱ μεμισθω μένοι τῷ Φατρῆτι τὰ κατʼ ἔτος ὀφειλό μενα αὐτίκα ἐν τῷ Παῦνι μηνὶ ἐφʼ ἅλω ΤανάεωςΤαναίεως πυρὸν νέον καθαρὸν ἄδολον ἄκριθον κεκοσκινευμένον ὡς εἰς δη μόσιον μετρούμενον μέτρῳ τετάρτῳ παραλημπτικῷ αὐτοῦ Φάτρεως ἑαυτῷ μετροῦντος ἢ διʼ οὗ ἐὰν αἵρηται. ἕξει δὲ ὁ Φατρῆς τοῦ ἐγβησομένου κατʼ ἔτος ἀχύ ρου τὸ ἥμισυ ὃ δʼ ἂν προσοφειλέσωσι ἀπο τισάτωσανἀποτεισάτωσαν μεθʼ ἡμιολίαςἡμιολίου καὶ ἡ πρᾶξις ἔστω Φατρῇ ἔκ τε τῶν μεμισθωμέ νων ὄντων ἀλληλεγγύων εἰς ἔκτεισιν καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καὶ ἐξ ἑνὸς καὶ ἐξ οὗ ἂν αὐτῶν αἵρηται. ἐὰν δὲ ἀδωσιδικῶσιἀδωσιτικῶσι ἐν τῇ ἀποδόσειἀποδόσι τῶν προκειμένων ὡς ἐπάνω δεδήλωται ἔξεσ ταιἔξοντος τῷ Φατρῇ ἐντὸς τοῦ χρόνου ἑτέροις μεταμισθοῖν καὶ ἐκπράσσειν αὐτοὺς τὰ ὅλα ὀφειλόμενα διὰ τὸ ἐπὶ τούτοις ἑστάσθαι. κυρία ἡ μίσθωσις οὖσά μου τοῦ Τοτοέως τοῦ καὶ Πλουτάρχου χειρὶχειροὶς καὶ εὐδοκῶ καὶ συναποδώσω ἐξ ἀλληλεγ γύης ἐπὶ πᾶσι τοῖς προκειμένοις. ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Νέρουα Τραιανοῦ Σεβαστοῦ Γερμανικοῦ Δακικοῦ Φαῶφι δεκάτῃ. Παχνοῦμις Παχνούμιος τοῦ Τοοέως μητρὸς Θαήσιος καὶ Τοτοῆς ΠετσίριοςΠατσίριοςΠαπίριος τοῦ Τοτοέως μητρὸς Ταχ νούμιος ἀμφότεροι συνμεμισθώμεθα ἐπὶ τὰ τέσσαρα ἔτη ἐκφορίου τῆς μὲν πυρῶιπυροῦ ἀνὰ πυροῦ ἀρτάβας ὀκτὼ ἥμισυ τῆς δὲ ἄρακιἀράκῳἀράκει ἀνὰ πυροῦ ἀρτάβας δύο ἢ ἀργυρίου δραχμὰς εἴκοσι τέσσαρας καὶ συν έσχομεν τὰς τῶν σπερμάτων πυροῦ ἀρτάβας δέ κα δύο καὶ ὀφείλομεν λοιπογραφίαν πυροῦ ἀρτάβας ἐνε νήκοντα δύο ἐξ ὧν συναποδώσομεν ἐν τῇ πρώτῃ τριετείᾳ κατʼ ἔτος πυροῦ ἀρτάβας εἴκοσι τὰς δὲ λοιπὰς ἀρτάβας τριάκον τα δὲδὲ χαριεῖταιχαρεῖτε ὁ Φατρῆς ἐπὶεπεὶ πᾶσιπᾶσει τοῖς προκειμένοις οἷς καὶ εὐδοκοῦμεν. Θοῶνις ὁ καὶ Ἀλκ Παπίριος ἔγραψα ὑπὲρ αὐτῶν μὴ εἰδότων γράμματα ἔτους κ Τραιανοῦ Καίσαρος τοῦ κυρίου μηνὸς Καισαρείου β ἐγδέδωκα ἀποχὴν τῶι Τοτοῇ καὶ Παχνοῦμει τῶν ἐκφορίων καὶ λοιπογραφίας φόρων μηνὸς Σεβαστοῦ περιδηδ αὐτοῦ ἔτους

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.