Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.dura.22
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλεύοντος βασιλέως βασιλέων Ἀρσάκου εὐεργέτου, δικαίου, ἐπιφανοῦς καὶ φιλέλληνος, ἔτους απτ ὡς ὁ βασιλεὺς βασιλέων ἄγει, ὡς δὲ πρότερον εμυ, μηνὸς ἐπʼ εἰκά δι, ἐν Εὐρωπῶι τῆι πρὸς Ἀραβίαι· ἐδάνεισεν Ἀπολλώνιος τοῦ δεῖνος τοῦ δεῖνος, Εὐρωπαῖος καὶ τῶν πρώτων καὶ προτιμωμένων φίλων καὶ τῶν σωματοφυλάκων, Ὀλύμπωι αφάνους τοῦ Ὀλύμπου, Εὐρωπαίωι τῆς αὐτῆς οἰκῶν δὲ ἐν ἀργυρίου καλοῦ ἐπισήμου δραχμὰς ἐπὶ ὑποθήκηι τοῖς ὑπάρχουσιν αὐτῶι πᾶσιν, δὲ παρὰ τῶι κυρίωι. τὸ δὲ προγεγραμμέ νον ἀργύριον ἀποδώσει ὁ Ὄλυμπος τῶι Ἀπολλωνίωι ἐν μηνὶ τῶι ἐν τῶι ὡς τὸ πρό τερον ϛμυ ἔτει· ἐὰν δὲ μὴ ἀποδῷ ἐν τῶι ὡρισμένωι χρόνωι ἡ πρᾶ ξις ἔσται τῶι Ἀπολλωνίωι καὶ παντὶ τῶι τὴν συνγραφὴν ταύτην ἐπιφέροντι παρά τε τοῦ Ὀλύμπου καὶ τῶν ὑποκειμένων ὑπαρχόντων αὐτῶι καὶ ὧν ἂν ἐπικτήσηται ἄλλων, ἐκπράσσοντι κυρίως τὸ πᾶν πλὴν τῶν σὺν τῶι βει ἐτάξατο δὲ ὁ Ὄλυμπος ἀνανεώσεσθαι τὴν συνγραφὴν ταύτην διὰ τοῦ αὐτόθι χρημα τιστηρίου ὅταν παρανγελῇ αὐτῶι ὑπὸ τοῦ Ἀπολλωνίου ἐν ἄλλαις ἡμέραις πέντε , ἐὰν δὲ μὴ ἀνανεώση ται, ἐκτείσειν τῶι Ἀπολλωνίωι ἐπίτιμον ἀργυρίου δραχμὰς εἰς δὲ τὸ βασιλικὸν τὰς ἴσας, καὶ τὴν συνγραφὴν ταύτην εἶναι καὶ οὕτως κυρίαν· ἔχει δὲ καὶ ἀντισύνγραφον. μάρτυρες· Σελεύκου, Διοκλῆς Δανύμου, Λυσίας Διοκλέους. ἐσφράγισμαι Ὄλυμπος ὁ ἐπάνω. ἔτους πέμπτου τετρακοστοῦ τετρακοσιοστοῦ ἔτους πέμπτου τετρακοστοῦ τετρακοσιοστοῦCross-references (3)
- TM-Text 17219 primary
- DDbDP-Text p.dura;;22 tier-1
- HGV-Text 17219 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.