Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.dion.14
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους ὀγδόου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Νέου Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μητρὸς θεῶν μεγάλης, στεφανηφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἀθλοφόρου Βερενίκης Εὐεργετίδος, φωσφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλο μήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Δίου ἕκτῃ καὶ εἰκάδι, Θῶυθ ἕκτῃ καὶ εἰκάδι, ἐν Τήνει τῆι καὶ Ἀκώριος τοῦ Ἑρμοπολίτου. ἐδάνεισεν Διονύσιος Ἀσκληπιάδου Πέρσης τῶν Ἀπολλοφάνου καὶ ἘξακῶντοςἘξακο͂ντος κατοίκων ἱππέων vestiges Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς πυροῦ ἀρτάβας εἴκοσι , ἃς ἐξιδίασται παρʼ αὐτοῦ, τόκων ἡμιολίων, ἀρτάβαις δέκα · τὰς δὲ πάσας πυροῦ ἀρτάβας τριάκοντα ἀποδότω ὁ δεδανεισμένος Διονυσίωι ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ ὀγδόου ἔτους, πυρὸν νέον καθαρὸν καὶ ἄδολον, μέτρωι τῶι πρὸς τὸ χαλκοῦν, καθεσταμένας ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον, ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης εὑρησιλογίας· ἐὰν δὲ μὴ ἀποδῷ καθʼ ἃ γέγραπται, ἀποτεισάτω ὁ δεδανεισμένος Διονυσίωι τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας καὶ εἰς τὸ βασιλικὸν ἱερὰς ἀργυρίου τοῦ παλαιοῦ νομίσματος δραχμὰς ἑξήκοντα καὶ μηθὲν ἧσσον· ἡ δὲ πρᾶξις ἔστω Διονυσίωι τοῦ πυροῦ καὶ τῶν κατὰ τὴν συγγραφὴν πάντων ἔκ τε αὐτοῦ Διονυσίου τοῦ δεδανεισμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθʼ ἅπερ ἐκἐγ δίκης· ἡ συγγραφὴ ἥδε κυρία ἔστω. μάρτυρες· Διονύ σιος Πτολεμαίου Μακεδὼν ὑπηρέτης τάγματος, Ἀπολλώνιος , Διονύσιος Ἀπολλωνίου, Ἡρακλείδης Ἡρ , Ἑρμόφιλος Ἀμμωνίου, οἱ τέσσαρες Πέρσαι τῶν ἀπὸ Κλεοπάτρας κληρούχων, Πτολεμαῖος Ἀναξαγόρου Μιλήσιος. συγγραφοφύλαξ· Διονύσιος. Διονύσιος Κεφαλᾶτος Πέρσης τῆς ἐπιγονῆς ἔχω τὰς τοῦ πυροῦ ἀρτάβας τριάκοντα καθʼ ὅτι πρόκειται καὶ δέδωκα κυρίαν Διονυσίωι. Διονύσιος ἔχω κυρίαν. ἔτους η Θῶυθ κϛ ἐν κώμηι Τήνει τοῦ Μωχίτου· ἀναγέγραπται διὰ Πτολεμαίου· ἔτους η Θῶυθ κϛ· δάνειον Διονυσίου Ἀσκληπιάδου πρὸς Διονύσιον πυροῦ ἀρταβῶν λ· ἀποδότω Παῦνι τοῦ η ἔτους· ἐπίτιμον τῆς ἀρτάβης δραχμαὶ Γ καὶ εἰς τὸ βασιλικὸν ἀργυρίου δραχμαὶ ξ. Διονυσίου Διονυσίου Διονυσίου Ἑρμοφίλου Διονυσίου Ἀπολλωνίου Ἡρακλείδου Πτολεμαίου δάνειον Διονυσίου ἀποδότω ΠαῦνιCross-references (3)
- TM-Text 3097 primary
- DDbDP-Text p.dion;;14 tier-1
- HGV-Text 3097 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.