Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.dion.16
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους ὀγδόου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Νέου Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μητρὸς θεῶν μεγάλης, στεφανηφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, φωσφό ρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας βασιλίσσης Κλεο πάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Δύστρου ἐνάτῃ καὶ εἰκάδι, Τῦβι ἐνάτῃ καὶ εἰκάδι, ἐν Τήνει τῆι καὶ Ἀκώριος τοῦ Μωχίτου τόπου, νομοῦ δὲ Ἑρμοπολίτου. ἐδάνεισεν Διονύσιος Ἀπολλωνίου Πέρσης οὐραγὸς Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς καὶ τῆι τούτου μητρὶ Σαραπιάδι τῆι καὶ Σεναβέλλει Ἡλιοδώρου τοῦ καὶ Ἑριέως Περσίνηι, μετὰ κυρίου τοῦ ἑαυτῆς υἱοῦ Διονυσίου τοῦ καὶ προγεγραμμένου, πυροῦ στερεοῦ ἀρτάβας ἑκατὸν ἑξήκοντα ἓξ δίμοιρον , ἃς ἐκτεταμίευνται παρʼ αὐ τοῦ ἐξ οἴκου, τόκων τὴν ἀρτάβην ἑκάστην πυροῦ τρίτον, ἀρτάβαις ὀγδοήκοντα τρισὶ τρίτωι · τὰς δὲ πάσας πυροῦ ἀρτάβας διακοσίας πεντήκοντα ἀποδότωσαν οἱ δεδανεισμένοι Διονυσίωι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ ὀγδόου ἔτους, πυρὸν νέον στερεὸν ἄδολον, μέτρωι τῶι πρὸς τὸ χαλκοῦν, καθεσταμένας ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀναλώμασι, ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης κακοτεχνίας· ἐὰν δὲ μὴ ἀποδῶσι ἢ μὴ ποιῶσιποιη καθʼ ἃ γέγραπται, ἀποτεισάτωσαν οἱ δεδανεισμένοι τῶι Διονυσίωι ἢ τοῖς παρʼ αὐτοῦ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας καὶ μηθὲν ἧσσον· ἔγγυοι ἀλλήλων τοῦ δανείου εἰς ἔκτεισιν καὶ τῶν κατὰ τὴν συγγραφὴν πάντων αὐτοῖ οἱ καὶ δεδανεισμένοι· ἡ δὲ πρᾶξις ἔστω Διονυσίωι τοῦ δανείου ἔκ τε αὐτῶν Διονυσίου καὶ Σαραπιάδος τῶν προγεγραμ μένων, καὶ ἐξ ἑνὸς καὶ παρʼ ἀμφοτέρων καὶ παρʼ οὗ ἂν αὐτῶν αἱρῆται, καὶ ἐκ τῶν ὑπαρχόντων αὐτοῖς πάντων καθʼ ἅπερ ἐκἐγ δίκης· ἡ συγγραφὴ ἥδε κυρία ἔστω πανταχῆι ἐπιφερομένη. μάρτυρες· Πτολεμαῖος Ἀναξαγόρου Μιλήσιος, Ἀγήνωρ Βαρκαίου Λακεδαιμόνιος, Ἀρίμμας Διονυσίου Χαριστήριος, Ἡρώιδης Ἡρακλείδου Ἀλεξανδρεύς, Εὐμένης Πολυκράτου Πέρσης, Ἀπολλώνιος Πέρσης τῶν φερομένων ἐν Κλεοπάτραι. συγγραφοφύλαξ· Πτολεμαῖος. Διονύσιος Κεφαλᾶτος Πέρσης τῆς ἐπιγονῆς καὶ ἡ τούτου μήτηρ Σαραπιὰς ἡ καὶ Σεναβέλλις Ἡλιοδώρου τοῦ καὶ Ἑριέως Περσίνη, μετὰ κυρίου τοῦ προγεγραμμένου υἱοῦ αὐτῆς Διονυσίου τοῦ προγεγραμμένου, ἔχομεν τὰς τοῦ πυροῦ ἀρτάβας διακοσίας πεντήκοντα καθʼ ὅτι πρόκειται καὶ ποιήσομενποιήσωμεν κατὰ τὰ ἄλλατἆλλα τὰ γεγραμμένα καὶ δεδώκαμεν κυρίαν Πτολεμαίωι. Διονύσιος ὁ προκείμενος γέγραφα καὶ ὑπὲρ Σαραπιάδος τῆς μητρὸς διὰ τὸ μὴ ἐπίστασθαι αὐτὴν γράμματα. Πτολεμαῖος ἔχω κυρίαν. ἔτους η Τῦβι κθ· δάνειον Διονυσίου πρὸς Διονύσιον καὶ Σαραπιάδα πυροῦ ἀρταβῶν σν· ἀποδότω Παῦνι τοῦ η ἔτους ὁ δανεισάμενος εἰς τὴν Ἀκώριος μέτρωι τῶι πρὸς τὸ χαλκοῦν· ἐπίτιμον τῆς ἀρτάβης χαλκοῦ δραχμαὶ Γ· συγγραφοφύλαξ· Πτολεμαῖος. Διονυσίου Σαραπιάδος Ἀγήνορος Εὐμένους Διονυσίου Πτολεμαίου Ἡρώιδου Ἀπολλωνίου Ἀρίμματος δάνειον Διονυσίου πρὸς Διονύσιον καὶ Σαραπιάδα πυροῦ ἀρταβῶν σν. Διονυς ἀπόδοσις Παῦνι ιβ.Cross-references (3)
- TM-Text 3099 primary
- DDbDP-Text p.dion;;16 tier-1
- HGV-Text 3099 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.