Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.dion.15
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλευόντων Κλεοπάτρας θ καὶ Πτολεμαίου θεῶνθεω Φιλομητόρων Σωτήρων ἔτους ὀγδόου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σω τήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Νέου Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶνθεω Φιλομητόρων Σωτήρων, ἱεροῦ πώ λου Ἴσιδος μητρὸς θεῶν μεγάλης, στεφανηφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, φωσφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἱερείας Ἀρσι νόης Φιλοπάτορος τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Δύστρου ἑκκαιδεκάτῃ, Τῦβι ἑκκαιδεκάτῃ, ἐν Τήνει τῆι καὶ Ἀκώριος τοῦ Μωχίτου τόπου, νομοῦ δʼ Ἑρμοπολίτου. ἐδάνεισεν Διονύσιος Ἀσκληπιάδου Πέρσης τῶν Ἀπολλοφάνου καὶ Ἐξακῶντος κατοίκων ἱππέων Διονυσίωι Κεφα λᾶτος Πέρσηι τῆς ἐπιγονῆς πυροῦ ἀρτάβας εἴκοσι ἓξ δίμοιρον , ἃς ἐκτεταμίευται παρʼ αὐτοῦ ἐξ οἴκου, τόκων ἡμιολίων, ἀρτάβαις δέκα τρισὶ τρίτωι · τὰς δὲ πάσας πυροῦ ἀρτάβας τεσσαράκοντα ἀποδότω ὁ δεδανεισμένος Διονυσίωι ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ ὀγδόου ἔτους, πυρὸν νέον καθαρὸν καὶ ἄδολον, μέτρωι τῶι πρὸς τὸ χαλκοῦν, καθεσταμένας ἐπὶ τὸν καθεσταμένας ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον, ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης εὑρησιλογίας· ἐὰν δὲ μὴ ἀποδῷ καθʼ ἃ γέγραπται, ἀποτεισάτω ὁ δεδανεισμένος Διονυσίωι τιμὴν ἑκάσ της ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας καὶ εἰς τὸ βασιλικὸν ἱερὰς ἀργυρίου τοῦ Πτολεμαϊκοῦπτολεμαιουου νομίσματος δραχμὰςχραχμας μηθὲν ἧσσον· ἡ δὲ πρᾶξις ἔστω Διονυσίωι τοῦ πυροῦ καὶ τῶν κατὰ τὴν συγγραφὴν πάντων ἔκ τε αὐτοῦ Διονυσίου τοῦ δεδανεισμένου καὶ ἐκ τῶν ὑπαρχόν των αὐτῶι πάντων καθʼ ἅπερ ἐκἐγ δίκης· ἡ συγγραφὴ ἥδε κυρία ἔστω. μάρτυρες· Πτολεμαῖος Ἀναξαγόρου Μιλήσιος, Ἀρίμμας Διονυσίου Χαρισ τήριος, Ἀγήνωρ Βαρκαίου Λακεδαιμόνιος, Διονύσιος Πτολεμαίου Μακεδὼν ὑπηρέτης τάγματοςπροστάγματος, Εὐμένης Πολυκράτου Πέρσης, Ἀπολλώνιος Πολυκράτου Πέρσης. συγγραφοφύλαξ· Πτολεμαῖος. Διονύσιος Κεφαλᾶτος Πέρσης τῆς ἐπιγονῆς ἔχω τὰς τοῦ πυροῦ ἀρτάβας τεσσαράκοντα καθʼ ὅτι πρόκειται καὶ ποιήσω κατὰ τὰ ἄλλατἆλλα τὰ γεγραμμένα καὶ δέδωκα κυρίαν Πτολεμαίωι. Πτολεμαῖος ἔχω κυρίαν. ἔτους η Τῦβι ιϛ vestiges ἐπίτιμον Γ· συγγραφοφύλαξ· Πτολεμαῖος. Διονυσίου Πτολεμαίου Ἀγήνορος Ἀρίμματος Διονυσίου Εὐμένους Διονοσίου ἈπολλωνίουCross-references (3)
- TM-Text 3098 primary
- DDbDP-Text p.dion;;15 tier-1
- HGV-Text 3098 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.