Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.dion.13

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους ἕκτου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλο πατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μητρὸς θεῶν μεγάλης, στεφανηφόρου βασιλίσσης Κλεο πάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, φωσφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλο μήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, κανηφόρου Ἀρσινόης Φιλα δέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Αὐδναίου ἑκκαιδεκάτηι, Ἁθὺρ ἑκκαιδεκάτηι, ἐν κώμηι Τήνει τῆι καὶ Ἀκώριος τοῦ Ἑρμοπολίτου, ἐδάνεισεν Διονύσιος Ἀπολλωνίου Πέρσης τῆς Ἀρτεμιδώρου ἡγεμονίας Ἀκωριτῶν Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς πυροῦ στερεοῦ ἀρτάβας πεντήκοντα πέντε , ἃς ἐκτεταμίευται παρʼ αὐτοῦ, τόκων ἡμιο λίων, ἀρτάβαις εἴκοσι ἑπτὰ ἡμίσει · τὸν δὲ πυρὸν καὶ τὸν τόκον, τὰς πάσας πυροῦ ἀρτάβας ὀγδοήκοντα δύο ἥμισυ , ἀπο δότω Διονύσιος Κεφαλᾶτος Διονυσίωι Ἀπολλωνίου ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ ἕκτου ἔτους, πυρὸν στερεὸν νέον καθαρὸν ἄδολον, μέτρωι τῶι πρὸς τὸ χαλκοῦν καὶ καταστησάτω ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι· ἐὰν δὲ μὴ ἀποδῷ καθʼ ἃ γέγραπται, ἀποτεισάτω Διονύσιος Κεφαλᾶτος Διονυσίωι Ἀπολλωνίου ἢ τοῖς παρʼ αὐτοῦ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας καὶ τοῦ ἡμίσους τὸ κατὰ λόγον· ἡ δὲ πρᾶξις ἔστω Διονυσίωι Ἀπολλωνίου καὶ τοῖς παρʼ αὐτοῦ τῶν κατὰ τὴν συγγραφὴν ἔκ τε αὐτοῦ Διονυσίου τοῦ Κεφαλᾶτος καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθʼ ἅπερ ἐκἐγ δίκης· ἡ συγγραφὴ ἥδε κυρία ἔστω. μάρτυρες· Ἀλέξανδρος Πασίου, Ἀσκληπιάδης Διονυσίου, Τιμοκράτης ΔιονυσίουΔιονύσιος, Ἀπολλώνιος Πολυκράτου, οἱ τέσσαρες Πέρσαι τῆς ἐπιγονῆς, Ἀρίμμας Διονυσίου Χαριστήριος, Ἡρώιδης Ἡρακλείδου Ἀλεξανδρεύς. συγγραφοφύλαξ· Ἀλέξανδρος. Διονύσιος Κεφαλᾶτος Πέρσης τῆς ἐπιγονῆς ἀπέχω τὰς ὀγδοήκοντα δύο ἥμισυ ἀρτάβας τοῦ στερεοῦ πυροῦ καὶ πάντα ποιήσωι καθʼ ὅτι πρόκειται καὶ δέδωκα κυρίαν Ἀλεξάνδρωι. Ἀλέξανδρος ἔχω κυρίαν. ἔτους ϛ Ἁθὺρ ιϛ ἐν κώμηι Τήνει τοῦ Μωχίτου· ἀναγέγραπται διʼ Ἀπολλωνίου βας vestiges vestiges τιμὴ Γ· συγγραφοφύλαξ· Ἀλέξανδρος. Διονυσίου Ἀλεξάνδρου Τιμοκράτου Ἀρίμματος Διονυσίου Ἀσκληπιάδου Ἀπολλωνίου Ἡρώιδου Διονυσίου τοῦ Ἀπολλωνίου. νε ἔτους ϛ Ἁθὺρ ιϛ· δάνειον Διονυσίου τοῦ Κεφαλᾶτος πυροῦ ἀρταβῶν πβ 𐅵.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.