Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.dion.22

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους ἕκτου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλο πατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μητρὸς θεῶν μεγάλης, στεφανηφόρου βασιλίσσης Κλεο πάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, φωσφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομή τορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Δύστρου ἑβδόμηι καὶ εἰκάδι, Τῦβι ἑβδόμηι καὶ εἰκάδι, ἐν κώμηι Τήνει τῆι καὶ Ἀκώριος τοῦ Ἑρμοπολίτου. ἐδάνεισεν Ὀνίας Ἀμμωνίου Μακεδὼν τῶν φερομένων ἐν Κλεοπάτραι κληρούχων Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς πυροῦ στερεοῦ ἀρτάβας εἴκοσι τέσσαρες , ἃς ἐκτεταμίευται παρʼ αὐτοῦ· τὸν δὲ πυρὸν ἄτοκον ἀποδότω Διονύσιος Ὀνίαι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ ἕκτου ἔτους, πυρὸν στερεὸν νέον καθαρὸν ἄδολον, μέτρωι τῶι πρὸς τὸ χαλκοῦν καὶ καταστησάτω ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι· ἐὰν δὲ μὴ ἀποδῶι καθʼ ἃ γέγραπται, ἀποτεισάτω Διονύσιος Ὀνίαι ἢ τοῖς παρʼ αὐτοῦ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας καὶ τοῦ ἡμίσους τὸ κατὰ λόγον· ἡ δὲ πρᾶξις ἔστω Ὀνίαι καὶ τοῖς παρʼ αὐτοῦ τῶν κατὰ τὴν συγγραφὴν ἔκ τε αὐτοῦ Διονυσίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθʼ ἅπερ ἐκ δίκης· ἡ συγγραφὴ ἥδε κυρία ἔστω. μάρτυρες· Δωριεὺς ου, Ἑρμόφιλος Ἀμμωνίου, Ἀπολλώνιος , οἱ τρεῖς Πέρσαι, Ἀμμώνιος Ἀπολλωνίου, Ἡρακλείδης Ἀχιλέως, , οἱ τρεῖς Μακεδόνες, πάντες Κλεοπατρεῖς. συγγραφοφύλαξ· Δωριεύς. Διονύσιος Κεφαλᾶτος Πέρσης τῆς ἐπιγονῆς ἀπέχω τὴν τιμὴν τῶν εἴκοσι τεσσάρων ἀρταβῶν τοῦ στερεοῦ πυροῦ καὶ πάντα ποιήσω καθʼ ὅτι πρόκειται καὶ δέδωκα κυρίαν Δωριεῖ. Δωριεὺς ἔχω κυρίαν ἔτους ϛ Τῦβι κζ ἐν κώμηι Τήνει τοῦ Μωχίτου· ἀναγέγραπται διʼ Ἀπολλωνίου. Ὀνίου Δωριέως Ἀπολλωνίου Ἡρακλείδου Διονυσίου Ἑρμοφίλου Ἀμμωνίου ἔτους ϛ Τῦβι κζ· δάνειον Διονυσίου τοῦ Κεφαλᾶτος πυροῦ ἀρταβῶν κδ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.