Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.dion.17
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητό ρων Σωτήρων ἔτους δεκάτου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Νέου Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μητρὸς θεῶν μεγάλης, στεφανηφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, φωσφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλο μήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Αὐδναίου ἐνάτῃ καὶ εἰκάδι, Ἁθὺρ ἐνάτῃ καὶ εἰκάδι, ἐν Κροκοδίλων πόλει τῆι καὶ Ἀκώριος τοῦ Μωχίτου τόπου, νομοῦ δʼ Ἑρμοπολίτου. ἐδάνεισεν Διονύσιος Ἀσκληπιάδου Πέρσης τῶν Ἀπολλοφάνου καὶ Ἀπολλωνίου κατοίκων ἱππέων Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς πυροῦ στερεοῦ ἀρτάβας τριάκοντα τρεῖς τρίτον , ἃς ἐκτεταμίευται παρʼ αὐτοῦ ἐξ οἴκου, τόκων ἡμιολίων, ἀρτάβαις δέκα ἓξ διμοίρωιδιμοιρου · τὸν δὲ πυρὸν καὶ τὸν τόκον τὰς πάσας ἀρτάβας πεντήκοντα , ἀποδότω ὁ δεδανεισμένος Διονυσίωι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ ἐνεστῶτος δεκάτου ἔτους, πυρὸν νέον καθαρὸν ἄδολον, μέτρωι τῶι πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίαι, καθεσταμένας ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀναλώμασι, ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης κακοτεχνίας· ἐὰν δὲ μὴ ἀποδῷ καθʼ ἃ γέγραπται, ἀποτεισάτω τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας καὶ μηθὲν ἧσσον· ἡ δὲ πρᾶξις ἔστω Διονυσίωι καὶ τοῖς παρʼ αὐτοῦ τοῦ πυροῦ καὶ τῶν κατὰ τὴν συγγραφὴν πάντων ἔκ τε αὐτοῦ τοῦ δεδανεισμένου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθʼ ἅπερ ἐκἐγ δίκης· ἡ συγγραφὴ ἥδε κυρία ἔστω πανταχῆι ἐπιφερομένη. μάρτυρες· Διονύσιος Ἀπολλωνίου, γελος Πτολεμαίου, οἱ τρεῖς Μακεδόνες τῶν φερο μένων ἐν Κλεοπάτραι, Ἀρίμμας Διονυσίου Χαριστήριος, Εὐμένης Πολυκράτου Πέρσης, Ἀγήνωρ Βαρκαίου Λακεδαιμόνιος. συγγραφοφύλαξ· Διονύσιος. Διονύσιος Κεφαλᾶτος Πέρσης τῆς ἐπιγονῆς ἔχω τὰς τοῦ πυροῦ ἀρτάβας πεντήκοντα καθʼ ὅτι πρόκειται καὶ δέδωκα κυρίαν Διονυσίωι. Διονύσιος ἔχω κυρίαν. ἔτους ι Ἁθὺρ κθ ἐν κώμηι Τήνει τῆι καὶ Ἀκώριος τοῦ Μωχίτου· ἀναγέγραπται διὰ Πτολεμαίου. Διονυσίου Διονυσίου Διονυσίου ου δάνειον Διονυσίου πρὸς Διονύσιον πυροῦ ἀρταβῶν ν.Cross-references (3)
- TM-Text 3100 primary
- DDbDP-Text p.dion;;17 tier-1
- HGV-Text 3100 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.