Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.dion.19

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλευόντων βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας καὶ βασιλέως Πτολεμαίου τοῦ ἐπικαλουμένου Ἀλεξάνδρου θεοῦ Φιλομήτορος ἔτους δωδεκάτου τοῦ καὶ ἐνάτου, ἐφʼ ἱερέως βασιλέως Πτολεμαίου τοῦ καὶ Ἀλεξάνδρου ἐν Ἀλεξανδρείαι Ἀλεξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐεργετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπάτορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Νέου Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων καὶ τῶν ὄντων καὶ οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Περιτίου τρίτηι καὶ εἰκάδι, Χοιὰχ τρίτηι καὶ εἰκάδι, ἐν κώμηι Τήνει τῆι καὶ Ἀκώριος τοῦ Μωχίτου τόπου, νομοῦ δʼ Ἑρμοπολίτου. ἐδάνεισεν Ἱππόνικος Πτολεμαίου Μακεδὼν ἑκατόνταρχος Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς πυροῦ στερεοῦ ἀρτάβας δέκα ἕξ , ἃς ἐκμεμέτρηται παρʼ αὐτοῦ, τόκων ἡμιολίων, ἀρτάβαις ὀκτώ · τὸν δὲ πυρὸν καὶ τὸν τόκον, τὰς πάσας πυροῦ ἀρτάβας εἴκοσι τέσσαρες , ἀποδότω Διονύσιος Ἱππονίκωι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ προγεγραμμένου ἔτους, πυρὸν νέον καθαρὸν ἄδολον, μέτρωι τῶι πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ δικαίαι καὶ καταστησάτω ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι, ἄνευ δίκης καὶ κρίσεως καὶ πάσης κακοτεχνίας· ἐὰν δὲ μὴ ἀποδῷ καθʼ ἃ γέγραπται, ἀποτεισάτω τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας καὶ μηθὲν ἧσσον· ἡ πρᾶξις ἔστω Ἱππονίκωι καὶ τοῖς παρʼ αὐτοῦ τοῦ πυροῦ καὶ τῶν κατὰ τὴν συγγραφὴν πάντων ἔκ τε αὐτοῦ Διονυσίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθʼ ἅπερ ἐκ δίκης· ἡ συγγραφὴ ἥδε κυρία ἔστω πανταχῆι ἐπιφερομένη. μάρτυρες· Ἀπολλώνιος Πολυκράτου Πέρσης, Ἀρίμμας Διονυσίου Χαριστήριος, Πτολεμαῖος Ἀναξαγόρου Μιλήσιος, Ἀγήνωρ Βαρκαίου Λακεδαιμόνιος, Διονύσιος Ἀπολλωνιου, Ἀπολλώνιος οἱ δύο Μακεδόνες τῶν φερομένων ἐν Κλεοπάτραι. συγγραφοφύλαξ· Ἀπολλώνιος. Διονύσιος Κεφαλᾶτος Πέρσης τῆς ἐπιγονῆς ἀπέχω τὰς τοῦ πυροῦ ἀρτά βας εἴκοσι τέσσαρες καὶ ποιήσω καθʼ ὅτι πρόκειται καὶ δέδωκα κυρίαν Ἀπολλωνίωι. Ἀπολλώνιος ἔχω κυρίαν. ἔτους ιβ ὃ καὶ θ Χοιὰχ κγ ἐν κώμηι Τήνει τοῦ Μωχίτου· ἀναγέγραπται διὰ Θέωνος ἔτους ιβ τοῦ καὶ θ Χοιὰχ κγ· δάνειον Ἱππονίκου Πτολεμαίου πρὸς Διονύσιον Κεφαλᾶτος πυροῦ ἀρταβῶν κδ· ἀποδότω Παῦνι τοῦ αὐτοῦ ἔτους ἐπὶ τὸν τῆς Ἀκώριος ὅρμον μέτρωι τῶι πρὸς τὸ χαλκοῦν· ἐπίτιμον τῆς ἀρτάβης χαλκοῦ δραχμαὶ Γ· συγγραφοφύλαξ· Ἀπολλώνιος. m5 Ἱππονίκου Ἀπολλωνίου Πτολεμαίου Διονυσίου Διονυσίου Ἀρίμματος Ἀγήνορος Ἀπολλωνίου δάνειον Ἱππονίκου πρὸς Διονύσιον Κε φαλᾶτος πυροῦ ἀρταβῶν κδ.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.