Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.dion.21
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους τετάρτου, ἐφʼ ἱερέως τοῦ ὄντος ἐν Ἀλεξανδρείαι Ἀλε ξάνδρου καὶ θεῶν Σωτήρων καὶ θεῶν Ἀδελφῶν καὶ θεῶν Εὐερ γετῶν καὶ θεῶν Φιλοπατόρων καὶ θεῶν Ἐπιφανῶν καὶ θεοῦ Εὐπά τορος καὶ θεοῦ Φιλομήτορος καὶ θεοῦ Φιλοπάτορος καὶ θεοῦ Εὐεργέτου καὶ θεῶν Φιλομητόρων Σωτήρων, ἱεροῦ πώλου Ἴσιδος μητρὸς θεῶν μεγάλης, στεφανηφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλο μήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, ἀθλοφόρου Βερενίκης Εὐεργέτιδος, φωσφόρου βασιλίσσης Κλεοπάτρας θεᾶς Φιλομήτορος Σωτείρας Δικαιοσύνης Νικηφόρου, κανηφόρου Ἀρσινόης Φιλαδέλφου, ἱερείας Ἀρσινόης Φιλοπάτορος τῶν οὐσῶν ἐν Ἀλεξανδρείαι, μηνὸς Ξανδικοῦ πέμπτηι καὶ εἰκάδι, Μεχεὶρ πέμπτηι καὶ εἰκάδι, ἐν κώμηι Τήνει τῆι καὶ Ἀκώριος τοῦ Ἑρμοπολίτου. ἐδάνεισεν Ἀμμώνιος Ἀμμωνίου Πέρσης τῆς ἐπιγονῆς Διονυσίωι Κεφαλᾶτος Πέρσηι τῆς ἐπιγονῆς πυροῦ στερεοῦ ἀρτάβας εἴκοσι , ἃς ἐκτεταμί ευται παρʼ αὐτοῦ· τὸν δὲ πυρὸν ἄτοκον ἀποδότω Διονύσιος Ἀμμωνίωι ἢ τοῖς παρʼ αὐτοῦ ἐν μηνὶ Λωίωι ὅς ἐστιν Παῦνι τοῦ τετάρτου ἔτους, πυρὸν στερεὸν νέον καθαρὸν ἄδολον, μέτρωι τῶι πρὸς τὸ χαλκοῦν τῶι Εὔφρονος καὶ καταστησάτω ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον τοῖς ἰδίοις ἀνηλώμασι· ἐὰν δὲ μὴ ἀποδῷ καθʼ ἃ γέγραπται, ἀποτεισάτω Διονύσιος Ἀμμωνίωι ἢ τοῖς παρʼ αὐτοῦ τιμὴν ἑκάστης ἀρτάβης χαλκοῦ δραχμὰς τρισχιλίας καὶ ἡ πρᾶξις ἔστω Ἀμμωνίωι καὶ τοῖς παρʼ αὐτοῦ τῶν κατὰ τὴν συγγραφὴν ἔκ τε αὐτοῦ Διονυσίου καὶ ἐκ τῶν ὑπαρχόντων αὐτῶι πάντων καθʼ ἅπερ ἐκἐγ δίκης· ἡ συγγραφὴ ἥδε κυρία ἔστω. μάρτυρες· Ἀπολλώνιος Σατύρου Νεοτειχίτης, Χαρῖνος Λυσι κράτου Μυριναῖος, Εὔφρων Εὔφρονος, Κάστωρ Διονυσίου, οἱ δύο Πέρσαι, Ἀμμώνιος Δημητρίου Μακεδών, οἱ πέντε τῶν Δρύτωνος καὶ Δρύτωνος κατοίκων ἱππέων, Ἀχιλλεὺς Πανίσκου Μακεδὼν τὴς Λόχου ἡγεμονίας ἱππέων μισθοφόρων. συγγραφοφύλαξ· Ἀπολλώνιος. Διονύσιος Κεφαλᾶτος Πέρσης τῆς ἐπιγονῆς ἀπέχω τὴν τιμὴν τῶν εἴκοσι ἀρταβῶν τοῦ στερεοῦ πυροῦ καὶ πάντα ποιήσωποιήσωι καθʼ ὅτι πρόκειται καὶ δέδωκα κυρίαν Ἀπολλωνίωι. Ἀπολλώνιος ἔχω κυρίαν. ἔτους δ Μεχεὶρ κε ἐν κώμηι Τήνει τοῦ Μωχίτου· ἀναγέγραπται διʼ Ἀπολλωνίου. βασιλευόντων Κλεοπάτρας καὶ Πτολεμαίου θεῶν Φιλομητόρων Σωτήρων ἔτους δ Μεχεὶρ κε ἐν κώμηι Τήνει τῆι καὶ Ἀκώριος τοῦ Ἑρμοπολίτου· δάνειον Ἀμμωνίου πρὸς Διονύσιον πυροῦ στερεοῦ ἀρταβῶν εἴκοσι · ἀποδότω Διονύσιος Παῦνι τοῦ τετάρτου ἔτους μέτρωι τῶι πρὸς τὸ χαλκοῦν τῶι Εὔφρονος· καταστησάτω ἐπὶ τὸν κατὰ τὴν Ἀκώριος ὅρμον· τιμὴ τρισχίλιαι · συγγραφοφύλαξ· Ἀπολλώνιος Σατύρου. Ἀμμωνίου Ἀπολλωνίου Εὔφρονος Ἀμμωνίου Διονυσίου Χαρίνου Κάστορος Ἀχιλλέως δάνειον Διονυσίου τοῦ Κεφαλᾶτος πυροῦ ἀρταβῶν κCross-references (3)
- TM-Text 3105 primary
- DDbDP-Text p.dion;;21 tier-1
- HGV-Text 3105 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.