no image
DDbDP-text
Achat de toisons via HGV-meta
Linked by Trismegistos ID
TM 3280.
Each record below describes this same artifact or text from a different angle.
βασιλεῖ Πτολεμαίωι χαίρειν Ἁρμεῦσις ἐριέμπορος, τῶν κατοικούντων ἐν Κροκοδείλων πόλει. ἀδικοῦμαι ὑπὸ Σεῶτος Ἰουδαίου, τῶν κατοικούντων ἐν Ἀλαβανθίδι. ἀποδόμενος γάρ μοι ἐρίων νόθων πόκους ριη ἀνὰ δραχμὰς δ πεντώβολον χαλκοῦς 2, οὓς συνηγόρακα Ἀμύνται ὥστε ειαν ἀπὸ τῆς βασι λικῆς παραβολῆς, καὶ λαβὼν παρʼ ἐμοῦ ἀρραβῶνα δραχμὰς οϛ, ἐφʼ ὧι τὸ λοιπὸν ἀποδώσω αὐτῶι ὅτανοσταν κείρω τὰ ἔρια, Σεῶς ἐπελθὼν ἐπὶ τὴν πμναν πεπυκε καὶ ἐ καὶ κέκαρκε καὶ ἀπενήνεκται πρὸς αὑτόν, ἀπαιτούμενός τε ὑπʼ ἐμοῦ τὰ ἔρια οὐκ ἀποδίδωσι. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνηι τῶι στρατηγῶι ὅπως γράφηι τῶι ἐπισ τάτῃ ἀποστεῖλαι τὸν Σεῶν ἐπὶ Διοφάνην τὸν στρατηγὸν ὅπως, ἐὰν φαίνηται τὰ ἔρια καὶ εἰληφὼς ἀρραβῶνα, ἐπαναγκάσηι αὐτὸν ἀποδοῦναί μοι τὰ ἔρια. τούτου γὰρ γενομένου, ἐγώ τε οὐκ ἀδικηθήσομαι, τά τε τέλη τὰ ὀφειλόμενα κατʼ Ἀλεξάνδρειαν Ἀμύν τας ὧι συνηγόρακα καὶ πλείω φόρτον, ἀλλὰ ἐπὶ σέ, βασιλεῦ, καταφυγόντες, τὸν πάντων κοινὸν σωτῆρα, τευξόμεθα τοῦ δικαίου. ἔτους δ, Δίου γ, Φαμενὼθ κζ. Ἁρμιῦσις ἐριέμπορος πρὸς Σεῶν περὶ ἐρίων.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.