Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.enteux.55
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλεῖ Πτολεμαίωι χαίρειν Πολεμαῖος, Μακεδών, τῶν Πυθαγγέλου καὶ Πτολεμαίου τοῦ υἱοῦ αὐτοῦ ἐπιλάρχης, κληροῦχος. ἀδικοῦμαι ὑπὸ Πολέμωνος, Μακεδόνος, τριακονταρούρου, καὶ Ἀριστο μάχου. ἔχοντος γάρ μου κλῆρον παρὰ σοῦ, βασιλεῦ, περὶ κώμην Ἱερὰν νῆσον, τῆς Ἡρακλείδου μερίδος, ἀρουρῶν πβ 𐅵, ἐν δὲ τῶι κγ ἔτει ὄντος μου ἐν Ἀλεξανδρείαι πρὸς κρίσει καὶ οὐθενὸς ὄντος παρʼ ἐμοῦ ἐπὶ τῶν τόπων, Πολέμων ὁ προγεγραμμένος, μισθωσάμενος ἐκ τοῦ βασιλικοῦ τὸ ἡμικλήριον, οὐθενὸς ὄντος μοι πρὸς αὐτὸν συναλλάγματος, ὅλον τὸν κλῆρον κατέσπειρεν ἐν τῶι κγ ἔτει, οὗ οἱ καρποὶ εἰς τὸ κδ ἔτος· τοῦ δὲ κδ ἔτους, οὔτε ἐκ τοῦ βασιλικοῦ οἱ προειρημένοι μεμισθω μένοι τὸ ἡμικλήριον, οὔτε πρὸς ἐμὲ ὄντος αὐτοῖς οὐθενὸς συναλλάγματος, κατέσπειραν σησάμωι καὶ σίτωι καὶ ἀπενηνεγμένοι εἰσὶν παρὰ πάντα τὰ δίκαια, συμποιοῦντος αὐτοῖς καὶ Φίλωνος τοῦ γενηματοφύλακος. παραγενόμενος δὲ ἐγὼ ἐξ Ἀλεξανδρείας ἀπῄτουνἀπήιτουν αὐτῶν ἑκάτερον τὰ ἐκφόρια καθότι καὶ ἐν τοῖς πρότερον χρόνοις ἐμίσθουν ἐκφόριον ἑκάστης ἀρούρας πυρῶν ἀρτάβας δ 𐅵 ὃ γίνεται πυρῶν ἀρτάβαι τῶν δύο ἐτῶν, τοῦ μὲν ἑνὸς ἔτους ἐκφόριον τοῦ ἡμικληρίου πυρῶν ἀρτάβαι ρπε 𐅵 η, τοῦ δὲ κδ ἔτους, οὗ οἱ καρποὶ εἰς τὸ κε ἔτος, ἐκφόριον ὅλου τοῦ κλήρου πυρῶν ἀρτάβαι τοα δ· οὐκ ἀποδιδό ασιν, ἀλλʼ ἀεὶ ὁμολογοῦντες ἀποδώσειν παρέλκουσί με. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διο φάνει τῶι στρατηγῶι γράψαι Μενέλλαι τῶι ἐπιστάτηι ἀποστεῖλαι αὐτοὺς διακριθησο μένους· καί, ἐὰν ἦι ἃ γράφω ἀληθῆ, πραχθῆι μοι ἑκάτερος αὐτῶν τοῦ προειρημένου πλήθους τὸ ἐπιβάλλον ἐκφόριον ἑκατέρωι, τιμὴν ἑκάστης ἀρούρας ἀργυρίου δραχμῶν δ. περὶ δὲ τοῦ βεβιασμένους αὐτοὺς κατεσπαρκέναι, ἐξ ὑστέρου λήψομαι τὸ δίκαιον παρʼ αὐτῶν. τούτων γὰρ γενομένων, ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. Πτολεμαῖος πρὸς Πολέμωνα καὶ Ἀρι στόμαχον περὶ ςCross-references (3)
- TM-Text 3330 primary
- DDbDP-Text p.enteux;;55 tier-1
- HGV-Text 3330 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.