Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.enteux.54

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεῖ Πτολεμαίωι χαίρειν Πετῶυς ῆτος ἱερεὺς Σοκνοκονίος, τῶν κατοικούντων ἐν Βακχιάδι. ἀδικούμαι ὑπὸ Λαχάρους καὶ Ἀλεξάνδρου τοῦ υἱοῦ αὐτοῦ, τῶν ἀπὸ τῆς Ἀσίας στρατιωτῶν. συγγραψάμενοι γάρ μοι συγγραφὴν μισθώσεως κατὰ τῶν κλήρων αὐτῶν ἐν τῶι Χοίαχ μηνὶ καὶ τῶν μαρτύρων ἐπιγρα φέντων, συνέβη ὑπὸ τῆς ὥρας ἐκκλεισθέντας ἀσφράγιστον τεθῆναι αὐτὴν παρὰ Ζωπύρωι τῶι μονογράφωι· μετὰ δὲ ταῦτα, ταξάμενοί μοι ἐπὶ Διονυσίου δώσειν εἰς σπέρμα πυρῶν ἀρτάβας ια, ἐφʼ ὧι ἀποδώσω αὐτοῖς ἡμιόλιον ἅμα τοῖς ἐκφορίοις, ἐμοῦ δὲ λαβόντος τὰς ια ἀρτάβας καὶ κατα σπείραντος, παρήγαγόν με οὐ βουλόμενοι σφραγίσασθαι τὴν συγγραφήν· ἐμοῦ δὲ ἐντυχόντος κατʼ αὐτῶν Στρατίωι τῶι ἐπιστάτηι, οὐδένα λόγον ἐποιήσαντο, ἀλλὰ ἐγβεβλήκασίν με ἐκ τῶν κλήρων. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Στρα τίωι τῶι ἐπιστάτηι ἀποστεῖλαι αὐτοὺς ἐπὶ Διοφάνην διακριθησομένους μοι καί, ἐὰν ἦι ἀληθῆ, μὴ ἐπιτρέπειν αὐτοῖς ἐγβάλλειν με ἐκ τῶν κλήρων, ἕως δὲ τοῦ διέξοδον λαβεῖν τὴν κρίσιν μὴ θερίζειν αὐτούς. τούτου γὰρ γενομένου, ἔσομαι, βασιλεῦ, τῆς παρὰ σοῦ βοηθείας τετευχώς. εὐτύχει. Στρατίωι. μάλιστα διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον ἡμ ὅπως ἐπὶ τοῦ καθήκοντος κριτηρίου διακριθῶσιν. ἔτους δ, Δίου γ, Φαμενὼθ κζ. ἔτους δ, Δίου γ, Φαμενὼθ κζ. Πετῶυς ῆτος πρὸς Λαχάρην καὶ Ἀλέξανδρον περὶ κλήρων.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.