Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.enteux.75

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεῖ Πτολεμαίωι χαίρειν Κρατεύας, Μακεδών, τριακοντάρουρος. ἀδικοῦμαι ὑπὸ Ἁρμιήσιος καὶ ν ἐξ Ἀλαβανθίδος ποιμένων. ἐμοῦ γὰρ προεστηκότος τινῶν κλήρων τῶν τοῦ δὲ κε ἔτους, Φαῶφι ιγ, καταβάντος μου εἰς ἀγρὸν καὶ εὑρόντος τὰ πρόβατα τῶν προγεγραμμέ νων ποιμένων καταβεβοσκηκότα τὰς νομὰς ἑνὸς κλήρου τοῦ Ἀστεροπαίου ἐπιτιμῶντος αὐτοῖς καὶ ἐπιμαρτυρομένου, οὐδένα λόγον ποιησάμενοι, προσπηδήσαντές μοι ἔχοντες ῥάβδους πληγάς τέ μοι ἐνέβαλον καὶ τὸ ἱμάτιόν μου ὃ περιεβεβλήμην ἀφείλοντο. ἐμοῦ δʼ ἐλθόντος καὶ ἐπιδείξαντός μου τὰς πληγὰς Ἡροδότωι τῶι ἐπιστάτηι καὶ ὡς ἤμην γυμνὸς ὑπʼ αὐ τῶν ἐπιπαραγίνεται Χαλῆς τῶν ποιμένων τις φέρων τὸ ἱμάτιόνἱμάτιόμ μου ὃ καὶ ἐκομισάμην ἐπέδωκα ἔντευξιν Διοφάνει τῶι στρατηγῶι, ἣν χρηματίσας ἀπέσ τειλε Ἡροδότωι τῶι ἐπιστάτηι· Ἡρόδοτος δὲ ὀλιγώρωςὀλιώρως χρησάμενος παρείλκυκέ με ἕως τοῦ νῦν. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι μὴ περιιδεῖνπεριιδεῖμ με ἀνόμως ὑβρισμένον ὑπὸ τῶν ποιμένων ἀλλὰ γράψαι Ἡροδότωι τῶι ἐπιστάτηι μὴ ὀλιγώρωςὀλιώρως χρήσασθαι, ἀλλʼ ἀποστεῖλαι αὐτοὺς ἐπὶ Διοφάνην καὶ, ἐὰν φαίνωνται τάς τε νομὰς καταβεβοσκηκότες καὶ ἐμὲκἀμὲ ὑβρικότες καὶ ἐγδεδυκότες, τῶν μὲν νομῶν περὶ δὲ τῆς ὕβρεως Διοφάνην διαγνῶναι. τούτου γὰρ γενομένου, διὰ σέ, βασιλεῦ, τὸν πάντων κοινὸν σωτῆρα, τοῦ δικαίου καὶ βοηθείαςβοιηθείας τεύξομαι. εὐτύχει. Ἡροδότωι. ς ἵνα μὴ πλεονάκι περὶ τῶντου αὐτῶναυτου ἐντυγχάνηι. ἔτους κε, Λωίου κϛ, Χοίαχ ιγ ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. Κρατεύας πρὸς Ἁρμιῆσιν περὶ κλήρων

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.