Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.enteux.65

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

βασιλεῖ Πτολεμαίωι χαίρειν Μαρρῆς Πετοσίριος. ἀδικοῦμαι ὑπὸ Ἡράκωντος καὶ Ἵππωνος καὶ Πειθολάου. ὑπαρχούσης γάρ μοι κρίσεως ἐπὶ Διοφάνους τοῦ στρατηγοῦ πρὸς Ἡράκωντα καὶ Ἵππωνα περὶ διαιρέσεως ἀμπελῶνος ὃν ἐπριὰμην, ἐκἐγ βασιλικοῦ, καὶ ταύτης ὑπερβολὴν λαβούσης διὰ τὸ αἰτησαμένους Ἡράκωντα καὶ Ἵππωνα ἡμέρας εἴκοσι φυγοδικοῦντας μὴ συν αντῆσαί μοι καὶ μετά τινα χρόνον καταπλεῦσαι Διοφάνην εἰς Ἀλεξάνδρειαν, διʼ ἣν αἰτίαν οὐδʼ ἕως τοῦ νῦν τὰ πράγματα διέξοδον εἴληφεν, ὄντος δὲ Πανήθου τοῦ ἀμπελυμυ μου ἐν τῶι ἀμπε λῶνι καὶ ἐργαζομένου μετʼ ἄλλων ἐργατῶν, ἐπελθὼν Πειθόλαος, τοῦ β ἔτους, μηνὸς Τῦβι δ, ἐξέβαλεν αὐτὸν καὶ τοὺς μετʼμεθʼ αὐτοῦ ἐργάτας, ὡς παραγενόμενός μοι ἀπήγγειλεν· Ἵππων δὲ καὶ Ἡράκων ἐπαφι έντες τὰ αὑτῶν πρόβατα εἰς τὸν ἀμπελῶνά τινας τῶν ἀμπέλων κατεφθάρκασιν ἑκουσίως, βλάπτειν με βουλό μενοι· περὶ ὧν τὸν κωμάρχην καὶ τοὺς φυλακίτας καὶ ἄλλους τινὰς ἐπαγαγὼν ἐπέδειξα αὐτοῖς, οὓς καὶ ἐπεμαρτύραντοἐπεμαρτυρατοεπεμαρτυραμην ἐκ τοῦ ἀμπελῶνος ἐλάσαι με διεηκότες διὰ τὸ μὴ ὑπομένειν με αὐτοῖς ἀποδοῦναι. δέομαι οὖν σου, βασιλεῦ, προστάξαι Διοφάνει τῶι στρατηγῶι γράψαι Πυθιάδει τῶι ἐπιστάτηι ἀποστεῖλαι τοὺς προγεγραμμένους ἐπʼ αὐτόν, ὅπως Ἡράκων μὲν καὶ Ἵππων ἐπαναγκασθῶσι διελέσθαι πρός με τὸν ἀμπελῶνα κατὰ τὴν ἔντευξιν ἣν δέδωκα κατʼ αὐτῶν περὶ τῆς διαιρέσεως, ἔτους κδ, Γορπιαίου κβ, Χοίαχ κβ, ἅμα δὲ ἐπαναγκάσαι αὐτοὺς συνδιελέσθαι γῆν ἣν καὶ προσκαταπεφυτεύκαμεν κοινῆι, ἧς καὶ τὰς ἀναφορὰς τῆς τιμῆς τέταγμαι πρὸς χρυσὸν δραχμῶν . εἰσπρᾶξαί μοι αὐτοὺς τοῦ ἑκουσίου βλάβους δραχμὰς φ, περὶ δὲ Πειθολάου διαγνῶι Διοφάνης καθότι ἂν αὐτῶι φαίνηται. τούτων γὰρ γενομένων, διὰ σέ, βασιλεῦ, τῶν δικαίων τεύξομαι. εὐτύχει. Πυθιάδει. μάλιστα μὲν διάλυσον αὐτούς· εἰ δὲ μή, ἀπόστειλον ὅπως ἐπὶ τοῦ κοινο δικίου διακριθῶσιν. ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ. ἔτους α, Γορπιαίου κη, Τῦβι ιβ. Μαρρῆς πρὸς Ἡράκωντα καὶ Ἵππωνα καὶ Πειθόλαον περὶ διαιρέσεως ἀμπελῶνος.

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.