Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.enteux.45
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
βασιλεῖ Πτολεμαίωι χαίρειν Φίλων ἈρκὰςΜα τοῦ ἀγήματος πεντακοσίαρχος κληροῦχος. ἀδικοῦμαι ὑπὸ Ἀπολλωνίου Αἰνίουινίου, τῆς δευτέρας ἱππαρχίας ἑκατονταρούρου, και Φιλωτίδος τῆς μητρὸς αὐ τοῦ οἵ εἰσιν ἐν Ἱερᾶι νήσωι Θεῶν Σωτήρων. χρησάμενοι γὰρ παρʼ ἐμοῦ χαλκοῦ δραχμὰς ἑκατὸν καὶ πεν τήκοντα διὰ χειρὸς ὥστε κατάφρακτα καὶ χειρίδα πρίασθαι Ἀπολλωνίωι ανατ πλεονάκις ἀπῃτημένοιἀπηιτημένοι ὑπʼ ἐμοῦ οὐκ ἀπεδίδουν μοι, φάμενοι ἀκαιρεῖν· ἐγὼ δὲ εἰς οἰκείους τοῖς καιροῖς συνπεριεφερόμην ἕως τοῦ νῦν. δέομαι οὖν σου, βασιλεῦ, εἴ σοι δοκεῖ, προστάξαι Διοφάνει τῶι στρα τηγῶι γράψαι Μενέλλαι τῶι ἐπιστάτηι ἀποστεῖλαι Ἀπολλώνιον και Φιλωτίδα ἐφʼ αὑτὸν καὶ ἐὰν μὲν ὁμο λογῶσιν εἰληφέναι παρʼ ἐμοῦ τὰς ἑκατὸν καὶ πεντήκοντα δραχμάς, ἐπαναγκάσαι Ἀπολλώνιον καὶ Φιλωτίδα ἀποδοῦναί μοι, ἐὰν δὲ ιοσαι Ἀπολλώνιον καὶ Φιλωτίδα ὧν ἐγὼ πρ εἰληφέναι παρʼ ἐμοῦ τὰς ἑκατὸν καὶ πεντήκοντα δραχμὰς εναι τὰ κατάφρακτα καὶ τὴν χειρίδα Ἀπολλωνι, ἐκ τῶν ἐπικεκλημένων αὐτοῖς κων και ἀπολελύσ θαι αὐτούς. τούτων γὰρ γενομένων, ἔσομαι διὰ σέ, βασιλεῦ, τ τετευχώς. εὐτύχει. Μενέλλαιμενενελλαι μάλιστα μὲν διάλυσον αὐτούς· εἰ δὲ μή, πρὸς ἡμᾶς ἀπόστειλον ὅπως ἐπισκεψώμεθα. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. ἔτους κε, Λώιου κϛ, Χοίαχ ιγ. Ἀρκὰςκας πρὸς Ἀπολλώνιον καὶ Φιλωτίδα τὴν μητέρα περὶ χρήσεως δραχμῶν ρν.Cross-references (3)
- TM-Text 3320 primary
- DDbDP-Text p.enteux;;45 tier-1
- HGV-Text 3320 tier-1
About this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.