no image
DDbDP-text
[r,ctr]
ἔτους κθ Μεσορὴ ιγ, πυροῦ Αω.
ἔτους κθ Μεσορὴ ιγ. ὁμολογεῖ
Ψενοβάστις ναύκληρος τοῦ τῆς
βασιλίσσης κερκούρου ἀχαράκτου ἐμβεβλῆσθαι
ἐπὶ τοῦ κατὰ τὴν Καινὴν
ὅρμου ὥστε εἰς Ἀλεξάνδρεαν
εἰς τὸ βασιλικὸν ἀπὸ τῶν γενημάτων τοῦ αὐτοῦ ἔτους
παρεσταμένον δὲ διὰ Σαραπίωνος
τοῦ παρὰ Θεοδώρου μισθωτοῦ
τινῶν πλοίων τῶν τῆς βασιλίσσης
παρὰ Διονυσίου τοῦ σιτολογοῦντος τὸ περὶ Ὀξύρυγχα ἐργαστήριον
πυροῦ ἀρτάβας χιλίας ὀκτακοσίας, γίνονται Αω μέτρωι δοχικῶι τῶι
πρὸς τὸ χαλκοῦν καὶ σκυτάληι δικαίᾳ
καὶ οὐθὲν ἐγκαλῶ. μισθώτρια
Ἀθήνιον.
ἔγραψεν Πτολεμαῖος Πτολεμαίου
Μακεδὼν διὰ τὸ φάσκειν
μὴ ἐπίστασθαι γράμματα.
[r,md]
δικαίας […]
εμβ……[…]
δικαι…[…]
ὁτʼ ἀν ἀξιῶσιν[…]
[v]
ιγ …
ιδ ἀρτάβαι ο ιε
… ο ιε ἀρτάβαι
… …Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.