no image
DDbDP-text
ἔτους λβ Ἐπεὶφ ιε, πυροῦ
ἀρτάβας χκβ 𐅵.
ἔτους λβ Ἐπεὶφ ιε. ὁμολογεῖ
Χαιρήμων ναύκληρος τῆς
Ἡρακλείτου προσαγωγίδος ἀγωγῆς Βϡ ἐμβεβλῆσθαι
ἐπὶ τοῦ κατὰ τὴν Καινὴν ὅρμου
ὥστʼ εἰς Ἀλεξάνδρεαν εἰς τὸ βασιλικὸν
ἐπὶ τὰς ἐπεσταλμένας
μυριάδας ἓξ ἀπὸ τῶν γενημάτων
τοῦ λβ ἔτους παρὰ Θέωνος τοῦ
σιτολογοῦντος τὸ περὶ
Ὀξύρυγχα ἐργαστήριον πυροῦ
φορικοῦ ἀρτάβας ἑξακοσίας εἴκοσι
δύο ἥμισυ, γίνονται πυροῦ ἀρτάβαι χκβ 𐅵
μέτρωι δοχικῶι τῶι συνβεβλημένωι πρὸς τὸ χαλκοῦν καὶ σκυτάλῃ
δικαίᾳ καὶ οὐθέν σοι ἐνκαλῶ.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.