Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other
p.erl.18
Inscriptions (1)
Inscription #1
· Greek
· Greek
Transcription
ἐξ ὑπομνηματισμῶν τῆς Ὀξυρυγχιτῶν κρατίστης βουλῆς ἐπὶ πρυτάνεως καὶ Ἀπολλωνίου γυμνασιάρχου ἔτους ϛ Αὐτοκρατόρων Καισάρων Μάρκων Ἰουλίων Φιλίππων Σεβαστῶν Φαῶφι λ βουλῆς οὔσης ὁ πρύτανις· ἡγοῦμαι μηδὲν ἄλλο εἶναι ἀναγκαιότερον ἢ τὰς τροφὰς τῆς πόλεως καὶ τὰ ἀλίμματα. τούτου γὰρ τοῦ πράγματος ἕνεκα ταύτης ὑμῶν δεδέημαι βουλῆςβουλη καὶ πάντα παρεχομένων ὑμῶν μοι ποι εῖσθαι οὐδέν με κωλύει περὶ τῶν αὐτῶν δεῖσθαι τῆς βουλῆς ὑμῶν. περὶ δὲ τῶν γυμνασιάρχων ἴστε ὅτι, ἐννέα μῆνες, εὐθηνιαρχίας ὑπέστησαν ετονα ἑπτὰ καὶ πρὸς γυμνασιαρχίας. εἰ δὲ οὗτοι ταύτης τῆς ἀ γωγῆς προστῆναι δύνανται, οἱ πλείονες δὲ αὐτοὶ μετὰ τῆς ὑμῶν χειραγωγίας, τάχα καὶ ταῦτα ὑποστήσεται ὁ τῆς σήμερον ὁράσεως ἐμοῦ πολλῷ πλέον συνεργοῦντος. ἐπεὶ γὰρ πρύτανιν ἐχειροτονήσατε, ἵναεἵνα ἐνκαταλίπητε αὐτῷ τὰ πράγματα καὶ ἵνα σκέψηται περὶ τῶν κοινῶν καὶ τὰ σύμφορα ὑμῖν συμβουλεύῃ, καὶ ἐγὼκἀγὼ ἀνήσω ὑμᾶς, ὧν καὶ νῷ καὶ περινοίᾳ πεποιθὼς τὰ νῦν παρατίθεμαι ὑμῖν ἃ ἴστε καὶ ἃ ἐν ὄψει ὑμῶν ἐστιν. αὐτοὶ γὰρ ἴστε τὴν ἀποτομίαν τῶν ὄντων καὶ ἤδη στενοχωρίαν. ἀνεδείχθη εἰς ἡμέρας εὐθηνιαρχίας καὶ οὐ ιϛ μεθʼ ἕτερα ὁ πρύτανις· εἰ ὥσπερ χάριν ἀπονέμετέ μοι τοῦτο, ἔστιν γάρ μοι πάνυ διʼ ἡδονῆς ὅτι καὶ αὐτὸν ἐχειροτονήσατε πρὸς τὰ προειρημένα, καὶ πάλιν ὑμῶν δεήσομαι τῆς βουλῆς τω οὐδεπAbout this record's data
- From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
- AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
- Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
- Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.