Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text · other

p.erl.67

Source of record: Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text — catalogued by the holding institution. View the original record →

Inscriptions (1)

Inscription #1 · Greek · Greek

Transcription

ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν μετὰ τὴν ὑπατείανὑπατίαν τοῦ δεσπότου ἡμῶν Φλαουίου Μαυρικίου Τιβερίου ἔτους η Θῶθ ιθ ἀρχῇ τῆς εὐτυχοῦς δεκάτης ἰνδικτίονος ἐν Ἡρακλέους πόλει Φλαουίῳ Φιλοξένῳ τῷ μεγαλοπρεπεστάτῳμεγαλοπρεπεστάτῳ τρ κόμετι διοικητῇ τοῦ ἐνδόξου οἴκου Σοφίας τῆς ὑπερφυεστάτης πατρικίας υἱῷ τοῦ τῆς λαμπρᾶς μνήμης Πετρωνίου ἀφʼ Ἡρακλέους πόλεως Αὐρήλιοι Ἀντώνιος υἱὸς Τούρβωνος καὶ ὁ τούτου υἱὸς Πέτρος ἀμφότεροι σταβλῖται ἀπὸ κώμης Καινῆς τοῦ Ἡρακλεοπολίτου νομοῦ χαίρειν. ὁμολογοῦμεν ἐξ ἀλληλεγγύης ἑκουσίᾳ γνώμῃ διὰ ταύτης ἡμῶν τῆς ἐγγράφου ἀσφαλείας ἐσχηκέναι ἡμᾶς παρὰ τῆς ὑμετέρας μεγαλοπρεπείας ἀπὸ χειρὸς εἰς χεῖρας ἐξ οἴκου αὐτῆς εἰς ἰδίας ἡμῶν καὶ ἀναγκαίας χρείας χρυσοῦ νομίσματα ἓξ παρὰ κεράτια τριάκοντα ἓξ κεφαλαίου γίνεται χρυσίου νομισμάτια ϛ παρὰ κεράτια λϛ ἅπερ ἐπάναγκες ἀποδώσομενἀποδόσομενἀποδώσομεν ὑμῖν καὶ ἀποπληρώσομενἀποπληρώσωμεν αὐτὴν ἐν μιᾷ δόσει καλῇ πίστει τῷ Φαρμοῦθι μηνὶ τῆς εὐτυχοῦς δεκάτης ἰνδικτίονος ἀτοκεὶ ἀνυπερθέτως καὶ ἄνευ πάσης ἀντιλογίας. τὸ γραμμάτιον κύριον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἀντώνιος καὶκαὶ ὁ τούτου υἱὸς Πέτρος σταβλῖται ἀπὸ Καινῆς οἱ προκείμενοι συμφωνεῖ ἡμῖν τὸ γραμμάτιον ὡς πρόκειται. Αὐρήλιος Κολλοῦθος Ἰωάννου ἀφʼ Ἡρακλέους πόλεως ἔγραψα ὑπὲρ αὐτῶν ἀγραμμάτων ὄντων. Ἄπα Σίων σὺν θεῷ κόμεςβουκελλάριος καὶ χαρτουλάριος μαρτυρῶ τῷ αὐτῷ γραμματίῳ ἀκούσας παρὰ τῶν θεμένων ὡς πρόκειται. Γεώργιος σὺν θεῷ ῥιπάριος τοῦ ἐνδόξου οἴκου ΠραιιέκτηςΠροιέκτης τῆς ὑπερφυεστάτης ὑπατίσσηςὑπατικῆς μαρτυρῶ τῷδε τῷ γραμματίῳ ἀκούσας παρὰ τῶν θεμένων ὡς πρόκειται. Φλάουιος ΚοσμᾶςΜενᾶς σὺν θεῷ κουρκόμες υἱὸς τοῦ τῆς μακαρίας μνήμης Ἀποι ἀπὸ τῆς Ἡρακλεοπολιτῶν μαρτυρῶ τῷδε τῷ γραμματίῳ ἀκούσας παρὰ τῶν θεμένων ὡς πρόκειται χμγ di emu Mhna esemioth stroke διʼ ἐμοῦ Μηνᾶ signdi emu Μηνᾶ συμβοσυβολαιογράφου stroke διʼ ἐμοῦ Μηνᾶ χαρτουλαρίου

Cross-references (3)

About this record's data
  • From the source institution — accession, description, dimensions, and dating are as catalogued by Papyri.info — DDbDP (Duke Databank of Documentary Papyri) — text.
  • AI-inferred — the image-analysis panel (deities, names, signs) is machine-generated and may be wrong.
  • Approximate location — most map points are plotted at the site centroid, not the exact findspot.
  • Inferred links — cross-references marked with a match method other than explicit-source-field were matched by us, not stated by the source.