no image
DDbDP-text
Linked by Trismegistos ID
TM 22640.
Each record below describes this same artifact or text from a different angle.
ἐν ὀνόματι τοῦ κυρίου καὶ δεσπότου Ἰησοῦ Χριστοῦ τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν, βασιλείας τοῦ θειοτάτου ἡμῶν δεσπότου Φλαουίου Μαυρικίου Τιβερίου τοῦ αἰωνίου Αὐγούστου Αὐτοκράτορος ἔτους εἰκοστοῦ Παχὼν εἰκὰς ὀγδόη ἀρχῇ ἕκτης ἰνδικτίονος ἐν Ἑρμοῦ πόλει τῆς Θηβαίδος. Αὐρήλιοι Ἰωάννης υἱὸς Φοιβάμμονος ἐκ μητρὸς ΣτεφανοῦτοςΣτεφανῶτος καὶ Μηνᾶ καὶ Ψᾶ οἱ ἐμοὶ υἱοὶ κογχισταὶ ἀπὸ τῆς Ἑρμουπολιτῶν κύρῳ τῷ θεοφιλεστάτῳ πρεσβυτέρῳ καὶ αὐθέντῃ στιππουργῷ υἱῷ Βίκτορος ἀπὸ τῆς αὐτῆς πόλεως χαίρειν. ὁμολογοῦμεν ἀδιαιρέτως ἐσχηκέναι καὶ δεδέχθαι παρʼ αὐτῆς λόγῳ προχρείας τῆς ἡμῶν κογχιστικῆς τέχνης χρυσοῦ νομισμάτια πέντε παρὰ κεράτια ἕξ ἕκαστον ζυγῷ Ἑρμοῦ πόλεως, γίνεται χρυσοῦ νομισμάτια ε παρὰ κεράτια λ, ἐφʼ ᾧ ἡμᾶς παραμεῖναί σοι καὶ προσεδρεῦσαι τῷ σῷσοῦ ἐγραστηρίῳ καὶ ἐργάσασθαί σοι εἰς τὴν ἡμῶν κογχιστικὴν τέχνην ἐπὶ τοῦ ἔργου τῆς παρούσης ἕκτης ἰνδικτίονος ἀπὸ κατάρξεως τῆς τέχνης μέχρι καταλύσεως αὐτῆς, καὶ κογχίσαι σοι ἀπὸ δεσμιτίων διακοσίων εἴκοσι πέντε ὑπὲρ ἑκάστου νομισματίου ἑνὸς παρὰ κεράτια ἓξ , ἡμῶν μέντοι γε παρεξομένων τὰ τούτων ἐργαλεῖαἐργτια χωρὶς τινὸς ὑπερθέσεως καὶ ἀντιλογίας καὶ κρίσεως καὶ δίκης, καὶ μὴ δύνασθαι ἡμᾶς ἀποστῆναι τοῦ ἐργαζομένου σοι ἄχρι καταλύσεως τῆς σῆς τέχνης· εἰ δὲ τοῦτο ποιήσομεν παρέξομεν λόγῳ καταδίκης τοῦ νομίσματος ἑνὸς παρὰ κεράτια ἓξ κεράτια ἓξ πρὸς τῇ ἀποδόσει τῆς αὐτῆς προχρείας, λαμβάνοντες μέντοι γε παρὰ σοῦ ἡμέρᾳἡμεραν μιᾷμιαν καθʼ ἑβδομάδα ἀπὸ φόλλεων δύο ἑκάστου δεσμιτίου, κινδύνῳ ἡμῶν καὶ πόρῳ τῆς ἡμῶν παντοίας ὑποστάσεως. τὸ παρὸν γραμματεῖον κύριον καὶ βέβαιον καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. Αὐρήλιοι Ἰωάννης Φοιβάμμονος καὶ Μηνᾶ καὶ Ψᾶ οἱ ἐμοὶ υἱοὶ οἱ προκείμενοι ἐθέμεθα τοῦτο τὸ γραμματεῖον ὡς πρόκειται. Αὐρήλιος Ἰωάννης Θεοδώρου ἀπὸ Ἑρμοῦ πόλεως ἀξιωθεὶς ἔγραψα ὑπὲρ αὐτῶν γράμματα μὴ εἰδότων. Κόλλουθος Βίκτορος σὺν θεῷ ὡς πρόκειται χ προχρείας ϛ ἰνδικτίονος χρυσοῦ νομισμάτια ε παρὰ κεράτια λ γενομένης ὑπὲρ Ἰωάννου Φοιβάμμωνος καὶ Μηνᾶ και Ψᾶ ἀπὸ Ἑρμοῦ πόλεως.Spotted an error, a mis-mapped findspot, or have a suggestion? We read every note.